Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
ποιητικὸν αἴτιον ὡς οἷόν τε 1.19.94.5 συνθεωροῦντες· εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν 1.19.94.6 σου. τὸν σωτῆρα οἶμαι θεὸν εἰρῆσθαι ἡμῖν τὰ νῦν· μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν πρόσωπον πρὸς πρόσωπον, τότε ἤδη ὁριστι 1.19.94.7 κῶς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται. καὶ κατ' ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρ' Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν· τοιαῦται γὰρ αἱ κατ' ἀδυναμίαν φαντασίαι ἀληθείας, ὡς φαντασία καθορᾷ τὰ ἐν τοῖς ὕδασιν ὁρώμενα καὶ τὰ διὰ 1.19.95.1 τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων. καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν. εἰσὶ δὲ οἱ τὰ ἴδια σπείροντες οἳ πλείονα ποιοῦσιν. καὶ πάλιν· ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα 1.19.95.2 ἔχῃς πρόβατα εἰς ἱματισμόν. ὁρᾷς ὅπως καὶ τῆς ἔξωθεν σκέπης τε καὶ φυλακῆς φροντιστέον. γνωστῶς δὲ ἐπιγνώσῃ ψυχὰς ποιμνίου 1.19.95.3 σου. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν ἀπόστο1.19.95.4 λον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας. οἱονεὶ δὲ σύγκρισιν ποιούμενος ὁ λόγος τῶν ἀπὸ φιλοσοφίας πρὸς τοὺς αἱρετικοὺς καλουμένους, ἐμφανῶς πάνυ κρείσσων φησὶ φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν· ὃς δὲ ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέ1.19.95.5 μους καὶ διώκει ὄρνεα πτερωτά. οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον, καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ πιθανεύ1.19.95.6 εται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει. ἐπιφέρει γοῦν· ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὰς δὲ τροχιὰς τοῦ ἰδίου γεωργίου πεπλάνηται. αὗται δέ εἰσιν αἱ τὴν ἐξ ἀρχῆς ἀπο1.19.95.7 λείπουσαι ἐκκλησίαν. αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν διέρχεται δι' ἐρημίας ἀνύδρου, τὸν ὄντως ὄντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, 1.19.96.1 συνάγων χερσὶν ἀκαρπίαν. καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς. εἰσὶ γὰρ οἳ καὶ ὕδωρ ψιλὸν 1.19.96.2 εὐχαριστοῦσιν. ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς. 1.19.96.3 τόπον τὴν συναγωγήν, οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως προσεῖπεν. εἶτα ἐπιφωνεῖ· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, τὸ βάπτισμα τὸ 1.19.96.4 αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη, καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον τὸν παραφέροντα καὶ κατασύροντα εἰς θάλασσαν, εἰς ἣν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατ' ἀλήθειαν ἑδραιότητος, συνεκρυεὶς αὖθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοῦ βίου κύματα.
1.20.97.1 Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς 1.20.97.2 ἄλλοις αἰτία καὶ συνεργός. τάχα δὲ καὶ τὸ συναίτιον αἴτιον. ὡς δέ, ἑνὸς ὄντος τοῦ εὐδαιμονεῖν, αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι, καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τό τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα 1.20.97.3 πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὕρεσις δι' υἱοῦ. εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή, ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν, ἐν τούτοις δὲ σωφρο1.20.97.4 σύνην, ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. ἀνὰ τὸν αὐτὸν οὖν λόγον, καὶ μιᾶς οὔσης ἀληθείας, ἐν γεωμετρίᾳ μὲν γεωμετρίας ἀλήθεια, ἐν μουσικῇ δὲ μουσικῆς, κἀν φιλοσοφίᾳ τῇ ὀρθῇ Ἑλληνικὴ εἴη ἂν ἀλήθεια. μόνη δὲ ἡ κυρία αὕτη ἀλήθεια ἀπαρεγχείρητος, ἣν παρὰ 1.20.98.1 τῷ υἱῷ τοῦ θεοῦ παιδευόμεθα.