κατασπώντων εἰς γῆν, τὰ εἰς οὐρανὸν ἀνέλκοντα. Ὁ Σαοὺλ, ὁ φυσι 77.1249 κός ἐστι νόμος, ὁ κατ' ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών. Ἐπεὶ δὲ παρέβη τὴν ἐντολὴν διὰ παρακοῆς, φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλὴκ, τοῦτ' ἔστι τοῦ σώματος, καὶ πρὸς τὰ πάθη κατώλισθεν, ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ ∆αβὶδ, τοῦτ' ἔστιν, ὁ νόμος τοῦ πνεύματος ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν. Σαμουὴλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. Οὐκοῦν ἕως ἂν ὁ καθ' ὑπακοὴν λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φείσηται τοῦ Ἀγὰγ ὁ Σαοὺλ, τοῦτ' ἔστι, τοῦ χοϊκοῦ φρονήματος· ἀλλ' οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς λόγος, καὶ πλήξει καταισχύνων τὸν φιλαμαρτήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων. Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας, τὸν κατὰ τῶν παθῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον, διὰ τῆς προσηκούσης ἐρεύνης ἐπερωτᾷν περὶ τῶν ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται, δι' ὧν κατὰ μέρος τοῦ Θεοῦ χωριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχωρεῖται τοῖς δαίμοσι, τὴν κοιλίαν θεοποιῶν, κἀκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. Καὶ πειθέτω σε Σαοὺλ ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουὴλ, καὶ ἐξ ἀνάγκης εἰδωλολατρίαν μεταστρεφόμενος, καὶ τὴν ἐγγαστρίμυθον, ὡς δή τινα τὸν θεὸν, ἐπερωτᾷν ἀνεχόμενος. ΤΗΣ ∆ΕΥΤΕΡΑΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Περὶ ∆αβὶδ καὶ Ἀβεσσαλώμ. ∆αβὶδ μὲν ὁ πρακτικὸς νοῦς, Ἀβεσσαλὼμ δὲ ἡ οἴησις, ἣν ἀπεγέννησεν ἐκ τῆς πρὸς τὴν αἴσθησιν συνουσίας. Ἑρμηνεύεται μὲν γὰρ Ἀβεσσαλὼμ πατρὸς εἰρήνη νομιζομένη· νομίζοντες δὲ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ δηλωθεὶς ∆αβὶδ, ἅτε μετὰ γνώσεως πράττων, ἀφεὶς τὴν ἁγίαν σκηνὴν, καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, τοῦτ' ἔστιν, τὴν μυστικὴν θεολογίαν καὶ τὴν εἰρηνικὴν τῶν θείων θεωρίαν, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσι καλοῖς εὐχαριστήριον ἐξομολόγησιν, φεύγει πρὸς τὴν Γαλαὰδ, ἤτοι μετοικίζεται πρὸς τὸ πένθος. Γαλαὰδ γὰρ μετοικεσία μαρτυρίου .... καὶ πρὸς τοῖς εἰρημένοις ἀποκάλυψις· μετοικίζεται καὶ πρὸς τὸν διὰ τοῦ συνειδότος ἔλεγχον, καὶ πρὸς τὴν κατ' εἶδος τῶν ἁμαρτημάτων φανέρωσιν, καὶ οὕτως ἐν συναισθήσει τῆς ἑαυτοῦ γενόμενος ἀσθενείας, καὶ τὴν ταπεινοφροσύνην εἰς βοήθειαν ἐπισπασάμενος, ἀναιρεῖ τὴν τοῦ τυράννου οἴησιν, καὶ πάλιν ἐπανέρχεται πρὸς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν σκηνήν· λέγω δὴ, πρὸς τὴν ἐξομολογητικὴν εὐχαριστίαν, καὶ εἰρηνικὴν καὶ ἀπαθῆ τῶν ὄντων θεωρίαν, καὶ τὴν ὑψηλὴν θεολογίαν. Ἀβεσσαλώμ ἐστι, πᾶς οἰηματίας καὶ ὑπερήφανος, ὃς τὴν κόμην τρέφων, ἤτοι τὴν φαινομένην ἀρετὴν 77.1252 ἢ γνῶσιν, καὶ ἐπὶ ταύτῃ μέγα φρονῶν, διὰ ταύτης ἁλίσκεται, φυσίωσιν ἐμποιησάσης αὐτῷ, καὶ τὴν ἐκ ταύτης ἀπώλειαν, καὶ κρεμᾶται ἀνάμεσον οὐρανοῦ καὶ γῆς. Οὔτε γὰρ ἔχει γνῶσιν ἀληθινὴν, καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν, κατασπώσης οἰήσεως· οὔτε μὴν ἀρετὴν ἀληθινὴν, καθάπερ γῆν καθέλκουσαν αὐτὸν, κατασπώσης φυσιώσεως. Τιτρώσκεται δὲ τρισὶ βέλεσι κυρίως, τῇ τε αἰσχύνῃ τῆς ἀνωφελοῦς διὰ τὴν οἴησιν πράξεως, καὶ τῇ ἐκδοχῇ τῆς αἰωνίου κολάσεως. Θνήσκει δὲ πρὸ αὐτοῦ δι' ἀγχόνης ὁ Ἀχιτόφελ, ἑρμηνευόμενος ἀδελφὸς δόλῳ φιλάζων. Τοιοῦτος δὲ ὁ διάβολος· οὐ φέρων γὰρ τὴν ἧτταν ἀπάγχεται Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις ∆αβὶδ, γʹ ἔτη· ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Καὶ ἐζήτησε ∆αβὶδ τὸ πρόσωπον Κυρίου, καὶ εἶπε Κύριος· Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.