Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἐχθρός μου ἐπ' ἐμέ; (C f. 23 b.) Ἐρωτᾷ δὲ περὶ τούτων τὸν Θεὸν οὐχ ὡς αὐτὸν αἴτιον, ἀλλ' ὡς κωλῦσαι διὰ τῆς ῥοπῆς τῆς οἰκείας δυνάμενον. (A f. 81) Εἰ γὰρ θεοσεβούν των ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς, δηλονότι ἁμαρτανόν των ὑψοῦται· ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώ πων ταπείνωσις· ἐπεὶ καθάπερ ὁ Θεὸς ὑψοῦσθαι ἐν τῇ σωτηρίᾳ τῆ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται. Ἀρκεῖ, φησὶν, αὐτῷ ὅτι ἅπαξ ὑψώθη, ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος. Ἴνα τί μέχρι πολλοῦ κατ' ἐμοῦ ὑψοῦται; Μήποτε ὑπνώσω εἰς θάνατον. (C f. 23 b) Ὕπνον τὴν ῥᾳθυμίαν ὠνόμασεν, ἐν ᾗ ταῖς τοῦ βίου φαντασίαις ῥεμβόμεθα, ἀργοὶ δὲ ἐπὶ κλίνης τῆς ἡδονῆς ἀναπεσόντες κείμεθα. Ὥστε τοίνυν μὴ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας τὸν χαλεπὸν ἀκο λουθῆσαι θάνατον, φωτισθῆναι τοὺς ὀφθαλμοὺς, τουτ έστι τὰ τῆς ψυχῆς αἰσθήσεις, προσεύχεται, ἵνα βλέπωσι τὴν ἀλήθειαν. ∆έδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύπης γενομένης τῶν συμφορῶν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. (C f. 23 b.) Ὥσπερ ἀθλητὴς ἀπὸ τοῦ σκάμματος ἀποπηδήσας ἥττηται, οὕτως καὶ ὁ πιστὸς ἀφεὶς ἂ ἐξ ἀρχῆς παρέλαβεν, σαλευόμενος πίπτει. Μὴ τοίνυν ἀλλοιωθῶμεν, ἵνα μὴ χαρὰν τοῖς ἡμετέροις ἐχθροῖς ἐμποιήσωμεν. Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με. (C f. 24.) Ἰστέον καὶ τοῦτο, ὡς καὶ τὸ πρότερον, οὐχ ὅτι νῦν ὁ προφήτης οὐκ οἶδεν, ἀλλ' ὅτι τελεώτε 69.801 ρον ᾄσει προκόπτων καὶ τελειούμενος. Τίνι δὲ ᾄσει; τῷ εὐεργέτῃ δηλονότι τῷ πλάσαντι καὶ ἀναπλά σαντι. Καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. (C f. 24.) Μακάριος ὃς ψάλλει τῷ πνεύματι καὶ τῷ νοῒ, εἰδὼς ᾧ ψάλλει, καὶ τοῖς ἔργοις συνιστῶν ὡς ἐπίσταται. Ὁ γὰρ οὗτος ψάλλων, τὸν οὐρανὸν τέ μνει, τὰς νεφέλας ὑπερβαίνει, καὶ τῷ Ὑψίστῳ, οὗ τῷ ὀνόματι μελῳδεῖ, παρίσταται μηδενὸς ἐμποδί ζοντος.
ΨΑΛΜΟΣ ΙΓʹ.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. (A f. 82 b) Κορυφὴ τοῦτο πάσης
πονηρίας ἐστί. Τὸ γὰρ οἴεσθαι μὴ εἶναι Θεὸν, ἀλλ' ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸ πᾶν, ἀρχὴ πάσης ἀκολασίας καὶ πα ρανόμου καθέστηκε πράξεως. ∆ηλοῖ οὗν ὁ λόγος ὡς εἰς τοσοῦτον ἀσεβείας τὸ γένος ἐλήλακεν, ὡς μηδὲ Θεὸν ἐφιστάνειν τοῖς οὖσιν, ἀλλ' ἡγεῖσθαι τὸν σύμ παντα τοῦτον κόσμον, τυχαίαν καὶ αὐτόματον εἰ ληφέναι τὴν σύστασιν. Τί δέ ἐστιν, "Εἶπεν ἐν καρ δίᾳ;" Ἐπειδὴ τῶν λόγων ὁ μὲν ἔστι προφορικὸς, ὁ δὲ ἐνδιάθετος, οὐ περὶ τοῦ προφορικοῦ λόγου φησὶν ὁ προφήτης, ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ δόξης. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, τουτέστιν ἐλογίσατο ὅτι οὐκ ἔστι Θεός. Καὶ πᾶς δὲ ὁ ἀνέδην ἁμαρτάνων, δι' ὧν ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ' ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τὸ, "Οὐκ ἔστι Θεός." Οἱ γὰρ οὕτως ζῇν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρῶντες ἀπερισκέπτως, ἔργοις αὐτοῖς καὶ πράγμα σιν ἀρνοῦνται Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα. (A f. 83 b.) Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν ἐθνῶν· ἡ γὰρ ἀπὸ γῆς σὰρξ, τὸν τῆς ἁμαρτίας ἐν αὐτῇ κατηῤῥώστησε νόμον, καὶ ὁ ἀνθρώπινος νοῦς, εὐπα ράφορος λίαν εἰς τὸ ἐκνεῦσαι ἐπὶ τὰ πονηρὰ ἐκ νεό τητος κατὰ τὸ γεγραμμένον. ∆ικαίως οὖν ὁ ἱερὸς ἐπιστυγνάζει λόγος ἡμῖν· "Πάντες γὰρ, φησὶν, ἐξ έκλιναν." ∆έον γὰρ τὴν εὐθεῖαν τραπέσθαι, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ τάξεως ἀναλό γως τὸν γενεσιουργὸν κατιδεῖν, καὶ διὰ τῶν προφη τικῶν φωνῶν ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν, τοῦτο μὲν οὐ γέγονεν· εἰς μυρίας δὲ πλάνης καὶ ἀπωλείας ὁδοὺς ἐξετράπησαν, καὶ τοῖς ἔργοις τῆς αἰσχύνης ἠχρειώθησαν, καὶ οὐδεὶς ἦν ὁ ποιῶν τὸ ἀγαθόν. Τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν, κ.τ.λ. (K f. 43 b.) ∆ιόδωρος, καὶ Θεόδωρος, καὶ Κύριλλος, καὶ ∆ίδυμος, "Τάφος ἀνεῳγμένος," κ.τ.λ. υσθυε "Ἐν ταῖς ὁδοῖς αὐτῶν." Ἐν δὲ τῷ Ἐξαπλῷ ταῦταοὐχ