προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ αὐτὴν ὁ ἱεράρχης αὐτός τε ἀσπάζεται τὸν κεκοιμημένον καὶ ἑξῆς οἱ παρόντες ἅπαντες. Ἡδὺς γάρ ἐστι καὶ τίμιος ἅπασι τοῖς θεοειδέσιν ὁ κατὰ θείαν ζωὴν τετελειωμένος. Μετὰ δὲ τὸν ἀσπασμὸν ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης. Μέμνησο δέ, ὅτι κατὰ τὴν ἱερὰν θεογενεσίαν πρὸ τοῦ θειοτάτου βαπτίσματος πρώτη μέθεξις ἱεροῦ συμβόλου δωρεῖται τῷ τελουμένῳ μετὰ τὴν ὁλικὴν τῆς προτέρας ἐσθῆτος ἀπαμφίεσιν τὸ τῆς χρίσεως ἔλαιον. Ἐν τέλει δὲ νῦν ἁπάντων ἐπὶ τῷ κεκοιμημένῳ τὸ ἔλαιον ἐπιχέεται. Καὶ τότε μὲν ἡ τοῦ ἐλαίου χρῖσις ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἐκάλει τὸν τελούμενον, νῦν δὲ τὸ ἐπιχεόμενον ἔλαιον ἐμφαίνει κατὰ τοὺς αὐτοὺς ἱεροὺς ἀγῶνας ἀθλήσαντα καὶ τελειωθέντα τὸν κεκοιμημένον. <9> Ταῦτα τελέσας ὁ ἱεράρχης ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων. Eἰ γὰρ ἐν ψυχῇ καὶ σώματι τὴν θεοφιλῆ ζωὴν ὁ κεκοιμημένος ἐβίω, τίμιον ἔσται μετὰ τῆς ὁσίας ψυχῆς καὶ τὸ συναθλῆσαν αὐτῇ σῶμα κατὰ τοὺς ἱεροὺς ἱδρῶτας. Ἔνθεν ἡ θεία δικαιοσύνη μετὰ τοῦ σφετέρου σώματος αὐτῇ δωρεῖται τὰς ἀμοιβαίας λήξεις ὡς ὁμοπορεύτου καὶ συμμετόχου τῆς ὁσίας ἢ τῆς ἐναντίας ζωῆς. ∆ιὸ καὶ τῶν ἱερῶν ἡ θεία θεσμοθεσία τὰς θεαρχικὰς κοινωνίας ἀμφοῖν δωρεῖται, τῇ ψυχῇ μὲν ἐν καθαρᾷ θεωρίᾳ καὶ ἐπιστήμῃ τῶν τελουμένων, τῷ σώματι δὲ κατὰ τὸ θειότατον ὡς ἐν εἰκόνι μύρον καὶ τὰ τῆς θεαρχικῆς κοινωνίας ἱερώτατα σύμβολα, τὸν ὅλον ἄνθρωπον ἁγιάζουσα καὶ τὴν ὁλικὴν αὐτοῦ σωτηρίαν ἱερουργοῦσα καὶ τελεωτάτην αὐτοῦ τὴν ἀνάστασιν ἔσεσθαι διαγγέλλουσα ταῖς καθολικαῖς ἁγιστείαις. <VIIa.> <10> Τὰς δὲ τελεστικὰς ἐπικλήσεις οὐ θεμιτὸν ἐν γραφαῖς ἀφερμηνεύειν οὐδὲ τὸ μυστικὸν αὐτῶν ἢ τὰς ἐπ' αὐταῖς ἐνεργουμένας ἐκ θεοῦ δυνάμεις ἐκ τοῦ κρυφίου πρὸς τὸ κοινὸν ἐξάγειν, ἀλλ' ὡς ἡ καθ' ἡμᾶς ἱερὰ παράδοσις ἔχει, ταῖς ἀνεκπομπεύτοις μυήσεσιν αὐτὰς ἐκμαθὼν καὶ πρὸς θειοτέραν ἕξιν καὶ ἀναγωγὴν ἔρωτι θείῳ καὶ ἐνεργείας ἱεραῖς ἀποτελεσθεὶς ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἀναχθήσῃ πρὸς τὴν ὑπερτάτην αὐτῶν ἐπιστήμην. <VIIb.> <11> Τὸ δὲ καὶ παῖδας οὔπω τὰ θεῖα συνιέναι δυναμένους τῆς ἱερᾶς μετόχους γίνεσθαι θεογενεσίας καὶ τῶν ἱερωτάτων τῆς θεαρχικῆς κοινωνίας συμβόλων δοκεῖ μὲν ὡς φῂς τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τοὺς ἀκοῦσαι μὴ δυναμένους ἐκδιδάσκουσιν οἱ ἱεράρχαι τὰ θεία καὶ τοῖς μὴ νοοῦσιν εἰκῆ παραδιδόασι τὰς ἱερὰς παραδόσεις, καὶ τὸ ἔτι γελοιότερον· ὡς ὑπὲρ αὐτῶν ἕτεροι τὰς ἀποταγάς φασι καὶ τὰς ἱερὰς ὁμολογίας. ∆εῖ δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν μὴ χαλεπαίνειν ἐπὶ τοῖς πεπλανημένοις, ἀλλ' εὐλαβῶς τε ἅμα καὶ τῆς αὐτῶν φωταγωγίας χάριν ἀγαπητικῶς ἀπολογεῖσθαι πρὸς τὰς ὑπ' αὐτῶν προφερομένας ἐνστάσεις προστιθέντα καὶ τοῦτο κατὰ θεσμὸν ἱερόν, ὡς οὐκ ἐν τῇ καθ' ἡμᾶς γνώσει πάντα τὰ θεῖα περιγράφεται, πολλὰ δὲ τῶν ὑφ' ἡμῶν ἀγνοουμένων αἰτίας ἔχει θεοπρεπεῖς ἡμῖν μὲν ἠγνοημένας, ἐπιστητὰς δὲ ταῖς ἡμῶν κρείττοσι τάξεσιν. Πολλὰ δὲ καὶ τὰς ὑπερτάτας οὐσίας λέληθε καὶ πρὸς μόνης ἀκριβῶς ἔγνωσται τῆς πανσόφου καὶ σοφοποιοῦ θεαρχίας. Πλήν γε ὅτι καὶ περὶ τούτου ταῦτά φαμεν, ἅπερ οἱ θεοειδεῖς ἡμῶν ἱεροτελεσταὶ πρὸς τῆς ἀρχαίας μυηθέντες παραδόσεως εἰς ἡμᾶς προήγαγον. Φασὶ γάρ, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι κατὰ θεσμὸν ἱερὸν ἀναγόμενα τὰ βρέφη πρὸς ἕξιν ἱερὰν ἥξουσιν πάσης ἀποτελούμενα πλάνης καὶ ἀνιέρου ζωῆς ἀπείρατα. Τοῦτο τοῖς θείοις ἡμῶν καθηγεμόσιν εἰς νοῦν ἐληλυθὸς ἔδοξεν εἰσδέχεσθαι τὰ βρέφη κατὰ τόνδε τὸν ἱερὸν τρόπον, ὥστε τοὺς φυσικοὺς τοῦ προσαγομένου παιδὸς γονέας παραδιδόναι τὸν παῖδά τινι τῶν μεμυημένων ἀγαθῷ τὰ θεῖα παιδαγωγῷ καὶ τὸ λοιπὸν ὑπ' αὐτῷ τὸν παῖδα τελεῖν ὡς ὑπὸ