1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

28

εἰκότως παρὰ τοῖς πλεί2.1.53 στοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία. ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων θεολογίας τὸν προεκτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρακούσματα τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων 2.1.54 συγγραφέων διαγνώσεως· οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γένοιτ' ἂν ἔκδηλον ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγραφαῖς οἴκοθεν μὲν οὐδέν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις· 2.1.55 ξοάνοις τε γὰρ τοῖς παραπλησίοις καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυνται συγχρώμενοι, ὡς ἔστι μαθεῖν ἐκ τῆς καὶ περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, 2.1.56 τὴν τῆς θεολογίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος. τὸν δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαί, ὡς κατὰ καιρὸν ἐπιδείξομεν· ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὗτος, οἱ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. ἄκουε δ' οὖν τῶν τοῦ συγγραφέως φωνῶν· 2.2.1 γʹ. ΕΛΛΗΝΩΝ ΘΕΟΛΟΓΙΑ «Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης, ἣν ὑπὸ ∆ιὸς ἁρπαγῆναι· μὴ εὑρόντα δὲ εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν 2.2.2 Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς. τῇ δὲ Σεμέλῃ τὸν ∆ία μιγέντα παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς τὴν Ἥραν. ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκ2.2.3 τρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. τὸν δὲ ∆ία λαβόντα τὸ παιδίον παραδοῦναι τῷ Ἑρμῇ ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύσῃ ἄντρον, κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. οὕτω δὲ τραφέντα τὸν ∆ιόνυσον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι καὶ τὴν φυτείαν διδάξαι τῆς 2.2.4 ἀμπέλου τοὺς ἀνθρώπους. εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζό μενον πόμα, τὸ καλούμενον ζῦθον· περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, τοὺς δ' ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κο2.2.5 λάζειν. στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ. ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας ∆ιονύσῳ καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν, ὥσπερ καὶ τὴν ∆ήμητραν 2.2.6 διὰ τὴν τοῦ σίτου τῆς τροφῆς εὕρεσιν. Εἶναι δέ φασι καὶ ἄλλον ∆ιόνυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, ἐκ ∆ιὸς καὶ Περσεφόνης γενόμενον· οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς 2.2.7 συνουσίας ἐπακολουθοῦσαν. ὃν καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν, ἀφ' οὗ δὴ καὶ κερατίαν αὐτὸν εἰσάγουσιν. τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι φασίν, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν 2.2.8 καθωπλισμένας λόγχαις τεθυρσωμέναις. φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ μελῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος 2.2.9 οἴνου κεφαλαλγίας ἀναδεδέσθαι τὴν κεφαλὴν μίτρᾳ. διμήτορα δὲ αὐτὸν προσαγορεύουσιν διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο ∆ιονύσους, μητέρων δὲ δυοῖν. νάρθηκα δὲ προσάπτουσιν αὐτῷ διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι. καὶ καλεῖσθαι καὶ αὐτὸν