προγέγραπται. Ἐν ἄλλοις δὲ φέρεται καὶ ταῦτα· αἰνεῖν, τὸ ἀναβράττειν ἀληλεσμένον σῖτον, καὶ πτισσάνη παρὰ τὸ πτίσσειν καὶ αἰνεῖν. οἱ δέ· τὸ ἀναποιεῖν ταῖς χερσὶ τὸν σῖτον ὕδατι ῥάναντας. ἴσως δὲ ἀπὸ τοῦ, ὡς εἴρηται, πτίσσειν γίνεται καὶ πίσον τὸ ὄσπριον, ὃ καὶ πίσσος λέγεται. [Ὅτι δέ φαμεν αἰνεῖν καὶ τὸ συγκατατίθεσθαι, ὃ δὴ καὶ συναινεῖν λέγεται, καὶ ἄλλως δὲ αἰνεῖν κατ' εὐφημισμοῦ σχῆμα τὸ ἔρρειν ἐᾶν, ὡς τὸ «νῆ' ὀλίγην αἰνεῖν», ἀντὶ τοῦ ἔρρειν ἔα τὴν μικρὰν νῆα, οἶδεν ἡ ὀρθὴ μάθησις.] (ῃ. 251) Ὅτι τὴν ὥραν ὑποδεικνὺς Ὅμηρος, καθ' ἣν οἱ Ἑλληνικοὶ σκοποὶ στέλλονται, φησὶν «ἀλλ' ἴομεν, μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς». (ῃ. 252 ς.) Εἶτα καὶ ἄλλως τὸ αὐτὸ φράζων φησὶν «ἄστρα δὲ δὴ προβέβηκεν», εἶτα καὶ πλατύτερον ἐφερμηνεύων φησὶν «παρῴχηκε δὲ πλέω νὺξ τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται». Σημείωσαι δὲ ὅτι ἐν τούτοις μίαν ἔννοιαν τετραχῶς μετεποίησεν Ὅμηρος. εἰπὼν γὰρ «μάλα νὺξ ἄνεται», ἤγουν τελειοῦται, ἐπήγαγε διασαφητικῶς «ἐγγύθι δ' ἠώς», εἶτα ὁμοίως «ἄστρα δὲ δὴ προβέβηκε», καὶ πάλιν «παρῴχηκε δέ», καὶ ἑξῆς. Οὕτω πολυτελὴς ἐν πολλοῖς τὴν φράσιν ἐστίν, ἐν καιρῷ μέντοι οὐκ αἰδεῖται καὶ ταὐτολογῶν ἀπαραποιήτως. μετ' ὀλίγα τοίνυν τὸ «ὅπλοις ἐνὶ δεινοῖσιν ἐδύτην» δὶς λέγει, δηλῶν ὅτι πῇ μὲν ποικιλτέον τοὺς λόγους, πῇ δὲ τὰ αὐτὰ λαλητέον. Ἰστέον δὲ καὶ ὅτι τριφύλακτον κατὰ τοὺς 3.59 παλαιοὺς ὁ ποιητὴς βούλεται εἶναι τὴν νύκτα, ὅ ἐστι τριῶν φυλακῶν, τριμερῆ ποιῶν αὐτήν, καθὰ καὶ τὴν ἡμέραν, ὅτε εἴπῃ «ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ». Ὅρα δὲ καὶ ὅτι φιλοσοφεῖ κἀνταῦθα ὁ πολυμήχανος, ὁ ἐν Ὀδυσσείᾳ Πλειάδας ὁρῶν καὶ Ὑάδας καὶ τὰ ἑξῆς ἄστρα, καὶ ἐκ τῶν ὑπὲρ γῆν νυκτερινῶν ζῳδίων τὴν ὥραν καταμανθάνει, καὶ ἐκ βαλβίδων, ὅ φασιν, αὐτῶν τὴν σοφίαν ἐκφαίνει, δι' ἣν αὐτὸν ὁ ∆ιομήδης ἑταρίζεται. Ἔτι δὲ φιλοσοφεῖ καί, ὡς κυκλοφορίαν οὐρανοῦ ὑποδηλῶν, ἐκ τοῦ τὰ μὲν ἀνίσχειν τῶν ἄστρων, τὰ δὲ καταδύεσθαι. Ὁ δὲ νοῦς τοῦ χωρίου ἀμφίβολός ἐστι κατὰ τριπλῆν ἔννοιαν. ἄδηλον γὰρ εἴτε τῶν δύο μοιρῶν τὴν πλέω μοῖραν παρῴχηκεν ἡ νύξ, ὡς λείπεσθαί τι καὶ αὐτῶν τῶν δύο μοιρῶν καὶ τὸ ὅλον τριτημόριον, ἢ αἱ δύο ὅλαι μοῖραι παρῴχοντο καὶ σὺν αὐταῖς μέρος τι καὶ τῆς τρίτης, ὡς μὴ ὅλην αὐτὴν περιλείπεσθαι, ἢ παρῴχηκε τὰ πλέω, ἤγουν ἡ νὺξ μόνων τῶν δύο μοιρῶν, τὸ δὲ ἔλαττον, τουτέστιν ἡ ὅλη τρίτη μερίς, λέλειπται. Τὸ δὲ «πλέω», εἰ μὲν δίχα τοῦ ˉν γράφεται, δηλοῖ ἄν, ὡς ἡ νὺξ κατὰ πλέω μοῖραν τῶν δύο παρῆλθεν, ἢ καθ' ὑπερβατόν, ὅτι ἄστρα τὰ πλέω τῶν ἀφ' ἑσπέρας ὑπὲρ γῆν ὄντων τὰ τῶν δύο μοιρῶν ᾤχετο. εἰ δὲ μετὰ τοῦ ˉν γράφεται, λέγοι ἄν, ὅτι παρῴχετο πλέων νὺξ τῶν δύο μοιρῶν. Ἄριστος δὲ κατασκόποις ὁ τοιοῦτος καιρός, ὅτε εἰκὸς ἐκφροντίζειν τοὺς τῶν ἀπ' ἐναντίας φύλακας καὶ ἀνίεσθαι. διὸ συγκροτῶν Ὅμηρος τὴν τοιαύτην βουλὴν ποιεῖ καὶ τοὺς Τρῶας τηνικαῦτα βουλευσαμένους 3.60 ὅμοια, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. (ῃ. 251) Ἰστέον δὲ ὅτι τε τὸ «ἴομεν» ἐνεστῶτος ὁριστικοῦ δίκην συστέλλει τὴν παραλήγουσαν, καὶ ὅτι τοῦ νύξ ἄνεται, ὅ ἐστι τελειοῦται, διασαφητικόν ἐστι τὸ «ἐγγύθι δὲ ἠώς», ἤγουν ὄρθρος, καὶ ὅτι πρωτότυπον τοῦ ἀνύω τὸ ἄνω κείμενον καὶ ἐν Ὀδυσσείᾳ, καὶ ὅτι Ὅμηρος μέν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, τῶν δύο φησί, ἀκολούθως δηλαδὴ τῇ Ἀτθίδι καὶ τῇ κοινῇ, Ἴωνες δὲ γενικὴν μὲν δυῶν, δοτικὴν δὲ δυσίν, ἀφ' ἧς τὴν δύεσιν Αἰολεῖς ἐπεξέτειναν. Ἔτι Ὅμηρος τῶν Ἀττικῶν δύω λεγόντων ἐπὶ δυϊκῆς σχεσεως καὶ τὴν πλαγίαν δυοῖν ἀποδιδόντων, ἔστι δὲ ὅτε καὶ δυεῖν, ἀλλ' αὐτὸς οὐ μεταβάλλει τὰς πτώσεις, ἐπεὶ μηδὲ τῷ δύω δυϊκῶς χρῆται, ἤγουν κατὰ ἀναλογίαν δυϊκοῦ τελικοῦ, ἀλλὰ ποιητικῶς κατὰ ἐπέκτασιν μέτρου. οὐ γὰρ μόνον «Ἀτρείδα» φησὶ «μάλιστα δύω κοσμήτορε λαῶν», καὶ «υἷε δύω Μέροπος Περκωσίου», καὶ «ἐν δὲ δύω ποίησε πόλεις», καὶ «δύω χρυσοῖο τάλαντα», ἀλλὰ καὶ ἐπὶ γενικῆς χρῆται τῷ δύω «πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριμύκων», καὶ ἐπὶ δοτικῆς «δινωτὴν φορέεσκε δύω κανόνεσσ' ἀραρυῖαν». Λέγει δὲ τὸ αὐτὸ Λεξικὸν καί, ὅτι τὸ δυοῖν καὶ ἐπὶ δοτικῆς παρὰ Ἀττικοῖς, οἷον