9Καϊκόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ· τὰ γὰρ διὰ τοῦ ικος κύρια ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Γρηνικός· Ἑλλα νικός· Ἀνδρονικός· ὅθεν Καικίας λέγεται ὁ ἄνεμος ὁ πνέων ἐκεῖθεν· πλὴν τοῦ φιλόνεικος. 9Κηφισόσ9: Τὸ πρῶτον η· τὸ δεύτερον ι· ἔστιν δὲ ὄνομα ποταμοῦ· γράφεται δὲ διὰ τοῦ ι, ἐπειδὴ τὰ διὰ τοῦ ισος ἐπὶ ποταμῶν καὶ ὀξύνονται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, Ἐλισός· Κηφισός. 9Κυτίνιον9: ∆ιὰ τοῦ ι τὸ ι· ἀπὸ τοῦ Κύτινος, Κυτίνιον, ὡς κόφινος, κοφίνιον. 9Κῦμα9: Τὰ διὰ τοῦ υω δισύλλαβα ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ οἴω· ἀπὸ τοῦ ὀΐω γὰρ κατὰ συναίρεσιν, οἴω· οἷον, κύω· θύω. 9Κύμινον9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινον 229 προπαροξύτονα ἀποστρέφονται τὴν ει δίφθογγον· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ πλεονασμοῦ ἔχοντα τὴν ει δίφθογγον· οἷον, ξύλινον· κύμινον. 9Κρονίων9: Ἀπὸ τοῦ Κρονίδης, ἢ ἀπὸ τοῦ Κρόνος, Κρονίων. 9Κεναγγία9: Οὐ γὰρ διὰ τοῦ ἄγγος, ἄγγεος, τὴν ει δίφθογ γον ἕξει· λέγεται δὲ κεναγγῶ, κεναγγία. 9Καλιά9: Ὀξύτονον· ἔστιν δὲ οἶκος, διὰ τοῦ ι· ἐξ ἀφορμῆς τοῦ καλιὸς δόμος. 9Κλίνη9: Ἀπὸ γὰρ τοῦ κλίνω, κλίνη. 9Κλίμαξ9: Τὰ εἰς αξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογ γον κατὰ τὴν παραλήγουσαν· γέγονεν δὲ παρὰ τὸ κλίνω, κλί ναξ, καὶ κλίμαξ, κατὰ μετάθεσιν τοῦ ν εἰς τὸ μ. 9Καδμῖλοσ9: Οὗτος δὲ λέγεται ὁ Ἑρμῆς, διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ιλος βαρύτονα, μὴ ὄντα οὐδέτερα ἢ σύνθετα ἀπὸ ὀνομά των ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται τὴν ει δίφθογγον· χωρὶς τοῦ Νεῖλος· οἷον, Ζωΐλος· Καδμῖλος. 9Κροκόδειλοσ9: Τὸ δει δίφθογγος· παρὰ γὰρ τὸ δειλὸς συνετέθη καὶ τὸ κρόκος. 9Κρῖσα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι· ἐπειδὴ καὶ Κίῤῥα λέγουσι διὰ τοῦ ι, καὶ οὐδέποτε πρὸ τῶν ρρ εὑρίσκεται δίφθογγος· ὑποδηματόῤῥαφος. 9Κακῖθοσ9: ι· παρὰ γὰρ τὸ κακίζω, κάκιστος, καὶ ἐκεῖθεν κακῖθος· σημαίνει δὲ τὸ κολαζόμενος. 9Κυνηγέσια9: Τὸ ην η· παρὰ τὸ κυνηγία· τὸ σι ι· ἡ παρά δοσις. 9Κινησίασ9: ι· ὥσπερ ἀπὸ τοῦ νόσω, νόσιας, οὕτως καὶ παρὰ τὸ κινήσω, κινησίας. 9Κίκισ9: ι· παρὰ γὰρ τὸ κικὺς γέγονεν, τὸ σημαῖνον τὴν ἰσχύν· καὶ τροπῇ τοῦ υ εἰς τὸ ι· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην. 9Κικύω9: Παρὰ τὸ κικύς· τὸ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλαβήν. 230 9Κίσ9: Σημαίνει τὸν σκώληκα· τὰ γὰρ εἰς ις μονοσύλ λαβα κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον, πλὴν τοῦ κλεῖς. 9Κτείσ9: Κτενὸς γὰρ ἡ γενική. 9Κιβωτόσ9: ∆ιὰ τοῦ ι· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βῶσιν λέγεται, ἢ τὴν βρῶσιν· ἀλλ' ἡ παράδοσις τὸ ι ἔχει· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τοῦ θλίβω, ἢ παρὰ τὸ κίβος, ὅ ἐστιν ἡ τροφή. 9Κτίστη9: ι ἡ παράδοσις· παρὰ τὸ κιβωτὸν καὶ αὐτή ἐστιν. 9Κίων9: ι· ἢ παρὰ τὸ κίειν, ὅ ἐστιν εἰς ὗψος πορεύεσθαι, ἢ παρὰ τὸ ἴων μετοχὴ προσθήκῃ τοῦ κ, κίων. 9Κυλλοποδίων9: ι· ὁμοίως τοῦ ἐχίων. 9Κωλύω9 καὶ 9Κώλυμα9: Μεγάλα τὰ ω. 9Κάμινοσ9: Παρὰ τὸ ὑπομένην καιομένην· ι ὡς εἴρηται· ἀλλὰ δύναται καὶ παρὰ τὸ ὑπομίμνειν εἶναι. 9Κοχλίδιον9: ∆ιὰ τοῦ ι· ὥσπερ ἀπὸ τοῦ γωνία, γίνεται γω νίδιον, οὕτως καὶ ἀπὸ τοῦ κοχλίας, κοχλίδιον. 9Κινάμωμον9: ι ἡ παράδοσις, καὶ τὸ μω μέγα. 9Κοδρίδησ9: ∆ιὰ τοῦ ι τὸ δρι· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, Κόδρος, Κοδρίδης· Κρόνος, Κρονίδης. 9Κειρία9: Σημαίνει δὲ τὸ σχοινίον τὸ δεσμεῦον τὴν κλίνην· καὶ θηλυκῶς λέγεται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· ἢ γὰρ παρὰ τὸ κείρω γέγονεν παρὰ τὸ ἐχελεπτὰς κείρεσθαι αὐ τάς· ἢ παρὰ τὸ κέρας, τὸ σημαῖνον τὰς τρίχας, γέγονεν κερία, καὶ κατὰ πλεονασμὸν τοῦ ι κειρία. 9Κυνίτησ9: Τὰ διὰ τοῦ ιτης. 9Κηρύκειον9: ∆ιὰ τῆς ει διφθόγγου· εἰσὶ γάρ τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον, ἅτινα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Κύκλωψ, Κυκλώπιον· φοίνιξ, φοινίκειον. 9Κύνειοσ9: ει· σημαίνει δὲ μέρος σώματος. 231 9Κερόεισ9: ει· κεροέντος γάρ. 9Κλεινίασ9: ει δίφθογγος τὸ κλει· παρὰ γὰρ τὸ κλέος καὶ τὸ κλεινὸς γίνεται Κλεινίας. 9Κλειταγόρασ9 ὁμοίως. 9Κλεινιόσ9: ∆ίφθογγος· τὰ εἰς ος ὀξύτονα διφθόγγῳ παρα λήγονται. 9Κλειτοφών9: ει δίφθογγος· παρὰ τὸ κλείω, ὃ σημαίνει τὸ δοξάζω, γέγονεν κλειτὸς, καὶ ἐκεῖθεν