ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
τῶν παιδίων μου ὑπὸ γερόντων καὶ καλῶν Τουρκῶν ἁλωθέντων καὶ παρ' αὐτῶν πάλιν πραθέντων εἰς τὸν τοῦ ἀμηρᾶ μεραχούρην, ἤγουν κόμητα τῶν αὐτοῦ ἀλό γων, ὃς καὶ πολλὰς καὶ καλὰς ἄλλας τῶν ἀρχοντισσῶν ἠγόρασε καὶ πολ λὰ ἐκέρδισεν ἐπ' αὐταῖς. 35.12 Τοῦ δὲ κάλλους καὶ τῶν ἄλλων ἀγαθῶν τῶν παιδίων μου οὐ δυ ναμένου κρυβῆναι, μαθόντος περὶ αὐτῶν τοῦ ἀμηρᾶς ἀπῆρεν αὐτὰ δοὺς πρὸς τὸν μεραχούρην ἄσπρας χιλιάδας πολλάς. Ἐναπέμεινε δὲ ἡ ἀθλία μήτηρ μόνη μετὰ μιᾶς καὶ μόνης ἀνατροφῆς αὐτῆς, αἱ δὲ ἄλλαι διεμερί σθησαν.
36.1 Ἐρωτήσειε δ' ἄν τις, καὶ τί ἐγεγόνει παρὰ τοῦ βασι λέως τὸν δία μέσου καιρὸν τῆς μάχης, ἐν ᾧ δὴ χρόνῳ καὶ καιρῷ ὁ ἀμη ρᾶς παρεσκευάζετο, καὶ τί πρὸς βοήθειαν ἐποίησαν οἱ ἔξωθεν χριστιανοί; 36.2 Καὶ τῶν μὲν ἔξωθεν Χριστιανῶν, δῆλόν ἐστιν, ὅτι οὐδὲ τίποτε, ἀλλὰ μᾶλλον καὶ εἰς τὸν τῆς Σερβίας δεσπότην Γεώργιον ἀποσταλεὶς ἄρχων τοῦ ἀμηρᾶ, ἵνα γένηται μέσος εἰς ἀγάπην μετὰ τῶν Οὐγκρῶν, ἦν ἀνατεθειμένος ὁ μετὰ τοῦ ἀποκρισιαρίου τοῦ ἀπερχομένου γραμματικὸς Χριστιανὸς παρά τινων Τουρκῶν τῶν τῆς βουλῆς, ἵνα εἴπῃ τῷ δεσπότῃ καὶ ποιήσῃ τρόπον ἀναβολῆς εἰς τὴν ἀγάπην, ὅτι, ἂν γένηται ἡ μετὰ τῶν Οὐγκρῶν ἀγάπη, εὐθὺς ὑπάγει ὁ ἀμηρᾶς κατὰ τῆς Κωνσταντινουπό λεως, καὶ ἐκεῖνος λόγον οὐκ ἐποιήσατο, οὐκ εἰδότος τοῦ ἀθλίου, ὅτι, ἂν τυχὸν ἀφαιρεθῇ ἡ κεφαλὴ σώματος, τὰ μέλη εἰσὶ νεκρά. 36.3 Εἰς τὴν Βενετίαν καὶ βουλῆς γενομένης μεγάλης ἀντέστη ὁ δὸξ Φραντζέσκω Φούσκαρις οὐ κατ' ἄγνοιαν, καὶ γὰρ καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης ὥριζέ μας, ἀλλὰ καὶ ἄλλοι οἱ ἰδόντες καὶ ὁμιλίσαντες αὐτόν, ὅτι φρονιμώτερον ἄνθρωπον εἰς τὴν Ἰταλίαν οὐκ εἶδον, ἀλλὰ διὰ κακίαν καὶ φθόνον· οὐκ οἶδε γὰρ ὁ φθόνος προτιμᾶν τὸ συμφέρον. Ἦν δὲ τὸ αἴτιον τοῦτο· τοῦ Ἀλωΐζου ∆ιέδου ἐκείνου μέσου γεγονότος, ἵνα ὁ μα καρίτης αὐθέντης μου κὺρ Κωνσταντῖνος, δεσπότης ὢν καὶ εἰς τὸν Μο ρέαν αὐθέντης εὑρισκόμενος, ἐπάρῃ εἰς γυναῖκαν αὐτοῦ δὴ τοῦ δουκὸς τὴν θυγατέραν καὶ μετὰ πολλῆς προικός, ὁ αὐθέντης μου οὗν οὐ διὰ τοῦ το, ἀλλὰ διὰ τὸ γενέσθαι οἱονεὶ καὶ αὐτὸς καὶ ὁ τόπος αὑτοῦ μετὰ τῆς Βενετίας ἕν, συνεκατέβαινε τὸ τοιοῦτον συμπενθέριον, ἐμοῦ πλέον τῶν ἄλλων συναινοῦντος τοῦτο καὶ ἀναγκάζοντος· καὶ ἰδοὺ ἦν, ἵνα γίνηται 36.4 Ὡς δὲ βασιλεὺς ἐγεγόνει καὶ εἰς τὴν Πόλιν ἀπῆλθε, τοῦτο ἦν πάλιν ἀνοίκειον. Τὶς γὰρ τῶν τῆς πόλεως ἀρχόντων ἢ ἀρχοντισσῶν κυ ρίαν καὶ δέσποιναν κατεδέξατο Βενετίκου θυγατέραν, ἐνδόξου μὲν ἴσως καὶ δουκός, ἀλλὰ προσκαίρως; ἢ τοὺς γαμβροὺς τοὺς ἄλλους αὐτοῦ ὡς συγγάμβρους ἢ τοὺς υἱοὺς ὡς γυναικαδελφοὺς τοῦ βασιλέως; Λοιπὸν τοῦ το γυρεύσαντος ἀπεπέμφθη καὶ ἐγένετο ὁ ἄνθρωπος ἐχθρός. Καὶ πολλὰ εἰπόντων τῶν ἀρχόντων τοῦ Ἀλωΐζου Λουρδᾶ καὶ Ἀντωνίου ∆ιέδου καὶ ἄλλων πολλῶν καὶ ἀποδειξάντων, ὅτι, ἂν ἁλωθῆ ἡ Κωνσταντινούπολις, εἰς πολλὴν ζημίαν θέλει εἶσθεν καὶ τῆς αὐθεντίας αὐτῶν, οὐκ ἴσχυσαν. 36.5 Ἡ ἐκκλησία τῆς Ῥώμης καὶ τί περὶ τούτου ἐφρόντισεν; Εὑρε-θέντος καὶ γὰρ τοῦ καρδηναλίου Ῥωσσίας εἰς τὴν Πόλιν, μέσος ἐγὼ παρ' αὐτοῦ γέγονα εἰς τὸν ἀοίδιμον καὶ μακαρίτην αὐθέντην μου τὸν βα σιλέα, ἵνα γένηται πατριάρχης· καὶ τὰ καὶ τὰ γένωνται παρ' αὐτοῦ καὶ τοῦ τότε πάπα, ἢ κἂν ἐκ δευτέρου νὰ μνημονευθῇ ὁ πάπας. 36.6 Καὶ πολλῶν λόγων καὶ βουλῆς καὶ μελέτης γενομένης ἔδοξε τῷ ἀοιδίμῳ βασιλεῖ, ὅτι τὸ ἓν νὰ λείψῃ παντελῶς, διότι πατριάρχου γενο μένου ἔνι χρεία πάντες, ἢ νὰ πείθωνται αὐτῷ, ἢ ἔχθρα νὰ γένηται καὶ πόλεμος μέσον αὐτοῦ καὶ τῶν μὴ πειθομένων αὐτῶν. Καὶ εἰς τοιοῦτον καιρόν, ὁποῦ μᾶς ἐπεμβαίνει ἔξωθεν πόλεμος, νὰ ἔχωμεν καὶ ἔσωθεν πό λεμον, πόσον κακόν· τοῦ δὲ μνημοσύνου, ἂς γένηται διὰ τὴν ἐλπίδα τῆς βοηθείας ἡμῶν εἰς ἀνάγκην. Καὶ ὅσοι ποιήσουν τοῦτο εἰς τὴν Ἁγίαν Σοφίαν, οἱ ἄλλοι θέλωσιν εἶσθεν ἀναίτιοι καὶ εἰρηνικοί. Καὶ γενομένου τῇ ιβ-ῃ ∆εκεμβρίου μηνός, διέβησαν ἰδοὺ μῆνες ἓξ καὶ τοσοῦτον λόγον ἐποιήσαντο ὑπὲρ βοιηθείας, ὅσον ἐποιήσατο ὁ σουλτάνος τοῦ Κάρεως. 36.7 Ἀπὸ δὲ τὴς Σερβίας δυνατοῦ ὄντος νὰ ἀποστείλῃ