28
ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν, ὥς φησιν ἡ γραφή. ὁμοῦ ἔθνη οβʹ. Εἰσὶ δὲ καὶ οἱ Κύπριοι ἐκ τῶν Κιτιαίων καὶ οἱ ἐν τῷ βορρᾷ ὁμόφυλοι τῶν αὐτῶν Κιτιαίων, εἴτ' οὖν Ῥωμαῖοι, καὶ τὰ ἔθνη τῆς Ἑλλάδος, πλὴν τῶν μετοικησάντων ὕστερον ἐκεῖ Σαϊτῶν καὶ κατοικησάντων τὴν τῆς Ἑλλάδος μητρόπολιν Ἀθήνας καὶ τὰς Θήβας. Σιδωνίων γὰρ οὗτοι ἄποικοι ἐκ Κάδμου τοῦ Ἀγήνορος. οἱ δὲ Χαλδαῖοι Τυρίων εἰσὶν ἄποικοι καὶ εἴ τινες ἄλλοι εἰς Ἑλλάδα μετῴκησαν. τὰ δὲ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδείας ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ κατέσπαρται βλέποντα πρὸς βορρᾶν οὕτως· Μῆδοι, Ἀλβανοί, Γαργανοί, Ἐρραῖοι, Ἀρμένιοι, Ἀμαζόνες, Κολλοί, Κζηνοί, ∆ενναγινοί, Καππάδοκες, Παφλαγόνες, Ταβίεννοι, Χάλυβες, Σαρ μάται, Θρᾷκες, Μοσσονοί, Βαστρανοί, Σαυρομάται, Ἰλλυριοί, Μαιῶται, 55 Σκύθαι, Ταῦροι, Μακεδόνες, Ἕλληνες, Ἴστριοι, ∆αυνεῖς, Οὐεννοί, Ἰάπυγες, Καλαβροί, Ὀππικοί, Λατῖνοι καὶ Ῥωμαῖοι, Γάλλοι οἱ καὶ Κελταῖοι, Λυγιστῖνοι, Κελτίβηρες, Ἴβηρες, Γάλλοι, Ἀκυτιανοί, Ἰλλυρικοί, Βάσατες, Κυρτανοί, Λυσιτανοί, Οὐακκαῖοι, Βρεττανικοί, οἱ δὲ ἐν ταῖς νήσοις οἰκοῦντες. ἐξ αὐτῶν εἰδότες γράμματά εἰσιν οὗτοι· Ἴβηρες, Λατῖνοι οἱ καὶ Ῥωμαῖοι, Ἱσπάνοι, Ἕλληνες, Μῆδοι, Ἀρμένιοι. ἔστι δὲ κατὰ μῆκος ταὅρια αὐτῶν ἀπὸ Μηδείας ἕως δυτικοῦ Ὠκεανοῦ τὰ πρὸς βορρᾶν· εὖρος δὲ ἀπὸ Τανάιδος ποταμοῦ ἕως Μαστουσίας τῆς κατὰ ἥλιον. Αἱ χῶραι δὲ αὐτῶν Μηδεία, Ἀλβανία, Ἀρμενία μικρὰ καὶ μεγάλη, Ἀμαζονίς, Παφλαγονία, Καππαδοκία, Γαλατία, Κολχίς, Βοσπορινή, Μαιῶτις, ∆ερρίς, Σαρματία, Ταυριανή, Βαστρανή, Σκυθία, Θρᾴκη, Μα κεδονία, Ἑλλάς, Θεσσαλία, Βοιωτίς, Λοκρία, Αἰτωλία, Ἀχαΐα, Πελοπόννησος, Ἀκαρνία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἀφ' ἧς τοἈδριακὸν πέλαγος ἐκλήθη, Καλαβρία, Ἰταλία, Γαλλία, Θουσκινή, Λυσιτανία, Κελτική, Μεσσαλία, Κελτογαλλία, Σπανογαλλία, Ἰβηρία, Ἱσπανία ἡ μεγάλη. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βρεττανικῶν νήσων τὰ πρὸς βορρᾶν βλέποντα. ἔχει δὲ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην καὶ τὰς Κυκλάδας, καὶ μέρος τι τῆς Ἀσίας τὴν Ἰωνίαν καλουμένην· ποταμὸν δὲ Τίγριν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. ἐν τούτοις οὖν πληροῦται τὰ τοῦ Ἰάφεθ ὅρια διὰ τὸ εἰρηκέναι τὴν γραφήν· «πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ πλεῖστα ὄντα.» τὴν πᾶσαν γὰρ Εὐρώπην καὶ μέρος οὐ μι κρὸν τῆς μεγάλης Ἀσίας ἀπηνέγκατο· διὸ καὶ εἴρηται «καὶ κατασκηνώσει ἐν τοῖς σκηνώμασι τοῦ Σήμ.» οὐ μόνον δέ, ἀλλὰ καὶ κατὰ ἀναγωγικὸν τρό πον, ὅτι πᾶσα ἡ μερὶς τοῦ Ἰάφεθ σχεδὸν τῷ βαπτίσματι καὶ τῇ εἰς Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν πίστει προσετέθη, ἅτινά ἐστι σκηνώματα τοῦ Σήμ, ἐπεὶ καὶ ἐξ αὐτοῦ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οἱ πατριάρχαιἐξ ὧν καὶ αἱ λοιπαὶ γενεαρχίαι ἕως Χριστοῦ ἡγουμένου σαφῶς γενεαλο 56 γοῦνται. τοῦ δὲ Χὰμ πλεῖστα μέχρι καὶ νῦν ἔθνη ἐστὶν ἐν ἀποστασίᾳ κατά τε τὰς Ἰνδίας καὶ Αἰθιοπίας καὶ Μαυριτανίας, ἐν οἷς Ἀραβίαι καὶ Ἰδουμαῖαι κατὰ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ θρασύνονται τῇ τοῦ Χὰμ καὶ Χα ναὰν κατάρᾳ καθυποβεβλημένοι. διὸ καὶ παῖδα οἰκέτην τὸν Χὰμ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ ἡ γραφὴ ἀπεφήνατο, διὰ τοῦ Χαναὰν τοῦ υἱοῦ αὐτοῦ καὶ αὐτὸν σημαίνουσα. Οὕτως οὖν ὑπὸ τοῦ Νῶε τῆς ὅλης οἰκουμένης διαμερισθείσης θείῳ προστάγματι, ὡς προδεδήλωται, τῷ βφοβʹ ἔτει τοῦ κόσμου, Ϡλʹ δὲ τῆς τοῦ δικαίου Νῶε ζωῆς πρὸ σδʹ ἐτῶν τῆς κατὰ τὴν πυργοποιίαν διασπορᾶς, τοῖς τρισὶν αὐτοῦ υἱοῖς, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐν τῇ συγχύσει δια σπαρὲν κατεκληρώσαντο αἱ οβʹ φυλαί τε καὶ γλῶσσαι, εἰ καὶ μετὰ ταῦτα κατά τινας καιροὺς ἀπῳκίσθησαν ἄλλοι ἀλλαχοῦ πολέμοις καὶ αἰχμαλω σίαις καὶ ταῖς κατ' ἀλλήλων πλεονεξίαις καὶ τυραννίσιν ἀλόγως χρησά μενοι· περὶ ὧν ἐντυγχάνων τις ταῖς θεοπνεύστοις πρῶτον γραφαῖς, ἔπειτα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς καὶ Ἑλληνικαῖς καὶ Αἰγυπτιακαῖς ἢ Χαλδαϊκαῖς ἱστορίαις εἴσεται, εἰ καὶ μὴ ἐν πᾶσι χρὴ ταῖς τῶν ἀλλοπίστων συγγραφαῖς ἕπεσθαι, μάλιστα δὲ ἐν οἷς περὶ