28
ἀπεργάσῃ καὶ πραεῖαν αὐτοῦ τὴν ψυχήν. τὸ δ' ἐναντίως ἔχει μᾶλλον ἢ αὐτὸς προσεδόκων. ὅθεν οὐδ' αὐτὸς ἄγγελος εἶναι βουλήσομαι τοιούτων, οὐδ' εἰς ὀργὴν ἐξάψαι μᾶλλον διὰ τούτων τοὺς τῶν βασιλέως θυμούς. οὐδὲ γὰρ οὐδ' ἀκοῇ παρειλήφαμεν ἄχρι καὶ νῦν τοὺς δεσπότας ὀμνύναι τοῖς δουλοῖς, τοὐναντίον δὲ μᾶλλον· ἢ εἰ τοῦτο γένοιτο, καὶ ὁ δεσπότης ὀφλήσει τοῖς ὑπηκόοις, ὅπερ ὄφλουσιν αὐτοὶ τοῖς δεσπόταις, ὅπερ ἀτοπίας οὐκ ἂν εἴη μακράν. ἐγὼ δὲ καὶ ἀπορίᾳ δεινῇ συνέχομαι, ἂν ὁ βασιλεὺς ἔρηται, ὅτου χάριν πρός σε ἀφῖγμαι, τίνα ἂν ἀπολογίαν εὐπρόσωπον ἀποδοίην. πρὸς ἐκεῖ 1.83 νον μὲν οὖν αἰτίαν τινὰ πλάσομαι τῆς ἀφίξεως, σοὶ δὲ παραινῶ καὶ προσέτι καὶ ἱκετεύω, μηκέτι μηδαμῶς περὶ τοιούτων λόγον κινεῖν. συνορῶ γὰρ αὐτὸς, ὡς εἰς κακὸν ἀνήκεστον τελευτήσει, ἂν εἰς ἀκοὴν ἔλθῃ τῷ βασιλεῖ.» «ἐμοὶ δὲ τοὐναντίον ἅπαν ἔπεισι καὶ νοεῖν καὶ λέγειν» ὁ νέος εἴρηκε βασιλεὺς «οὐ γὰρ κακῶν αἰτίους τουτουσὶ τοὺς λόγους, ἀλλὰ μυρίων ἀγαθῶν, ἄν περ ὡς αὐτὸς ἀξιῶ γένηται, νομίζω. ὅτι δὲ καὶ ἐπὶ τῶν προτέρων βασιλέων γεγένηται τοιαῦτά τινα, ἐγγύθεν παράσχομαι τὴν ἀπόδειξιν. ὁ γὰρ ἐμὸς πρόγονος, ὁ βασιλεὺς Μιχαὴλ, ἔτι τὴν ἰδιωτικὴν στέργων τύχην καὶ ὑπὸ χεῖρα τελῶν Ἰωάννῃ Βατάτζῃ τῷ βασιλεῖ, κίνδυνόν τινα ὑπονοήσας ἐς αὐτὸν ἥξειν ἐκ βασιλέως, ηὐτομόλησε πρὸς τὸν τῶν Περσῶν ἡγεμόνα Σουλτάν· εἶτ' ἐκεῖθεν πρὸς τὸν βασιλέα πέμψας πρεσβείαν, ὅρκους ἀπῄτει τὸν βασιλέα, ὡς τοῦ τε δρασμοῦ συγγνώσεται καὶ εἰς τοὐπιὸν οὐδὲν κατ' αὐτοῦ βουλεύσεται δυσχερές. ὁ βασιλεὺς δὲ ἄσμενός τε προσεδέξατο τὴν πρεσβείαν καὶ τοὺς ὅρκους ἐδίδου, δεσπότης ὢν, ὥσπερ ὁ ὑπὸ χεῖρα τελῶν ἠξίου. οὐκ αὐτὸς δὲ μόνον, ἀλλὰ καὶ πρὸ τούτου πολλοὶ ὠφελείας ἕνεκά τινος ὀμωμόκεισαν τοῖς ὑπηκόοις. πρὸς αὐτῆς δὲ τῆς ἀληθείας, εἴγε καὶ νῦν αὐτοὶ οὗτοι, περὶ ὦν ἐγὼ τοὺς ὅρκους ἀπαιτῶ, δείσαντες τὸν κίνδυνόν τινι προσχωρήσωσι τῶν παρακειμένων ἡμᾶς βαρβάρων, εἶτ' ἐκεῖθεν πέμψαντες ὅρκους ἀπαιτῶσι τὸν βασιλέα, ὥστε μὴ κακῶς παθεῖν αὖθις ἐπανελθόντες, οὐκ ἂν οἴει βουλήσεσθαι παρασχεῖν; ἐμοὶ μὲν δοκεῖ. 1.84 ὃ τοίνυν ἐν ἑτέρῳ χρόνῳ γενήσεται, φαίης ἂν, δι' ἀνάγκην, γενέσθω κἀν τῷ παρόντι διὰ τὰ συμβησόμενα ἐκ τούτου πολλὰ ἀγαθά.» ἐπὶ τούτοις λογοθέτης ὁ μέγας τούς τε προτέρους λόγους ἀναλαβὼν καὶ πλείονας ἑτέρους συνείρας, καὶ πανταχόθεν ἀλυσιτελῆ καὶ ἀδύνατον τὴν αἴτησιν ἀποδείξας, καὶ πρὸς τὸ γενέσθαι τοιούτων ἄγγελος παντελῶς ἀνανεύσας, ἀπῆλθεν. ἔφασκε δ' ἐν ὑστέροις χρόνοις, εἰρήνης γενομένης, ὁ πρεσβύτερος βασιλεὺς, ὡς, εἰ περὶ τῶν ὅρκων αὐτῷ ἀπηγγέλθη, ὀμωμόκει τε ἂν καὶ οὐδὲν ἐτολμήθη τῶν τετολμημένων· διὸ καὶ τὴν αἰτίαν ἅπασαν τοῦ πολέμου εἰς λογοθέτην ἀνετίθει τὸν μέγαν. τοῖς φίλοις δ' εὐθὺς αὐτῷ παραγενομένοις ἅ τε εἴρηκε καὶ ὧν ἔτυχεν ἀποκρίσεων διηγησάμενος ὁ νέος βασιλεὺς καὶ τέλος τοῦτο ἐπιφθεγξάμενος, «θεοῦ δὲ τίς ἔγνω βουλήν τε νόον τε;» ἔτι μέχρι τινὸς ἐκέλευε τῇ μεγαλοψυχίᾳ προσκαρτερεῖν· «ἡ σήμερον γὰρ ἐκδιδάξει τι τῶν ἀγνοουμένων. προθεσμία γὰρ οὖσα τῆς πρὸς τὸν βασιλέα τοῦ μεγάλου δομεστίκου ἀπολογίας, δι' αὐτῆς τῆς ἀπολογίας πρὸς τὸ τί χρὴ βουλεύεσθαι καὶ δρᾷν ὁδηγήσει.» Οὗτοι μὲν οὖν τοιαῦτα βουλευσάμενοι διελέλυντο. πρὸς δὲ τὸν μέγαν δομέστικον ὁ χθὲς ἄγγελος ἀφικνεῖται πρὸς βασιλέως, ἀπαιτῶν τὴν ἀπολογίαν. ἐποιήσατο δὲ τοιαύτην· «ἐμοὶ, κράτιστε βασιλεῦ, τῆς εὐμενείας τῆς σῆς πολλὰς ἔχοντι τὰς ἀποδείξεις, ὥσπερ ἔφην, ἔτι καὶ τὸ νῦν τοῦτο πλείους καὶ μείζους πείθει τὰς χάριτας ὁμολογεῖν· ἐπὶ πάσαις δὴ ταύταις καὶ ταύτης αἰτῶ τυχεῖν τῆς 1.85 εὐεργεσίας, ἐλάττονος οὐδαμῶς ἐμοὶ τῶν ἄλλων νομιζομένης, τὸ μὴ πρὸς Πελοπόννησον ἀπελθεῖν· οὐκ ὄκνῳ εἴκων, ἢ τὴν ἀρχὴν ἥττω τῆς ἐμῆς ἀξίας νομίζων, ἀλλ' ὡς ἐκεῖ τοῦ ἐμοῦ πατρὸς τετελευτηκότος, οὐκ ἂν οἴσων τοῖς χωρίοις ἐκείνοις ἐνδιατρίβειν. οἶσθα γὰρ αὐτὸς ἐμοῦ βέλτιον, ὦ βασιλεῦ, ὡς ἔτος ἓν ἐπὶ τοῖς εἴκοσι γεγενημένος τῆς ἡλικίας οὑμὸς πατὴρ, ὅτε παρὰ σοῦ πρὸς τὴν ἀρχὴν ἐξεπέμφθη Πελοποννήσου, ὀκτὼ τοὺς ἐφεξῆς ἐπὶ τούτοις