28
φυγήν. φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, 1.70 κατακρύψαι αὐτὸν ἀξιῶν· ̓Ιαὴλ ὠνόμαστο ἡ γυνή. ἡ δὲ δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ος πιὼν υπνωσεν. κοιμωμένῳ δ' αὐτῷ ἐπέθετο ̓Ιαήλ, καὶ ηλον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδάφει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νεκρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ ̓Ιαβεὶν βασιλέα Χαναὰν ὁ Βαρὰκ αὐτόν τε εκτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ετη τριάκοντα τελευτᾷ, καὶ ∆εβώρας κατὰ τὸν αὐτὸν θανούσης καιρόν. ειτα Μαδιανῖται σὺν τοῖς ̓Αμαληκίταις καὶ Αραψι μάχῃ τοὺς ̓Ισραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ετη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς ην καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γεδεὼν δὲ φυλῆς ων Μανασσῆ δράγματα σταχύων εἰς τὴν ληνὸν εκοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν ειδει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. ὁ δ' εἰρωνευόμενος τεκμήριον ελεγεν ειναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ αλωνος. καὶ ὁ νεανίας θαρρεῖν καὶ σπεύδειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλετῶν. Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μεταναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ὁ αγγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτόματον καὶ τὴν θυσίαν κατέκαυσεν. ειτα ῃτησε Γεδεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αυθις δρόσον ῃτησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι, ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν ουτως. πείθεται ουν ὁ Γεδεὼν καὶ σὺν μυρίοις κατὰ τῶν ἐναντίων ὡπλίζετο. ειτα ἐντολῇ τοῦ θεοῦ αγει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περι1.71 φόβους πιόντας, τριακόσιοι δὲ ησαν ουτοι, εχων μεθ' ἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς καταλέλοιπεν. νυκτὸς δὲ ενα τῶν στρατιωτῶν προσλαβόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς εδοξεν ὁρᾶν καθ' υπνους μᾶζαν κριθίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, η τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύματος· ὁ δὲ τοῦ στρατοῦ δηλοῦν ολεθρον τὸ ἐνύπνιον εκρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τούτων ἀκούσας ὁ Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς οπλοις ειναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κενὸν κομίζειν εκαστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυκτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ ηδη πλησίον οντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δ' ἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπάδων ωρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτείνοντο, οἱ δέ γε πλείους ὑπ' ἀλλήλων ουσης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν απαντες ωλοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν ̓Ωρήβ τε καὶ Ζήβ. οἱ δὲ περιλειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύγοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μετ' αὐτοῦ, καὶ πεπτώκασιν απαντες. εσχηκε δὲ τὴν ἀρχὴν ὁ Γεδεὼν ἐν τεσσαράκοντα ετεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους υἱοὺς ἑβδομήκοντα, ενα δ' ἐκ παλλακῆς ̓Αβιμέλεχ καλούμενον. ος τοὺς ἀδελφοὺς κτείνας απαντας ανευ ἑνὸς ̓Ιωαθάνου φυγόντος τετυράννηκεν. ὁ δὲ λαὸς 1.72 ἐπαναστάντες κατὰ τοῦ ̓Αβιμέλεχ ἐξελαύνουσιν αὐτὸν τῆς πόλεως τῶν Σικίμων. ὁ δὲ συνεργούμενος ὑφ' ἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατασκάπτει. ηλαυνε δ' ἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ ειλεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ενα πύργον μέγαν συνέδραμον, οντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν ̓Αβιμέλεχ θραύσματι μύλης γύναιον ανωθεν κατὰ τῆς κεφαλῆς εβαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν ̔Εβραίων ἡγεμονίαν ̓Ιαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ εικοσιν ουτος