καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τόδε τι, οἷον ἐπειδὴ ὁ οὐρανός ἐστιν ἀναγκαῖον εἶναι καὶ τὴν γῆν, εἰ δὲ γῆ καὶ οὐ ρανός ἐστι; Τοῦτο δὲ προνοίας ἐστὶν ἔργον, τῆς τόδε τὸ πᾶν ἐκ διαφόρων κατ' οὐσίαν τε καὶ χρείαν μερῶν ποιησά σης. Ἢ ἄρα οὐκ ἀΐδια ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς πάντα, τὰ πρὸς τὸ εἶναί τε καὶ ποιεῖν καὶ πάσχειν ἀλλήλοις συντελοῦντα, ἢ εἰ ἀΐδια, οὐκ ἀνάγκη τόδε τόδε εἶναι, ἐπειδὴ τόδε τόδε ἐστίν. Μίαν ἀΐδιον ἀνάγκην ὑποθέμενος ὁ Ἀριστοτέλης πολλὰς ἄλλας ἀϊδίους ἀνάγκας ἐκ τῆς ὑπο τεθείσης ἐξήρτησεν. Ἀνάγκη, φησίν, εἶναι κίνησιν ἀΐδιον. Eἰ δὲ κίνησις, ἀνάγκη εἶναι καὶ χρόνον ἀΐδιον· ἀριθμὸς γὰρ κινήσεως ὁ χρόνος. Eἰ δὲ ἀΐδιος ἡ κίνησις, ἀνάγκη ταύτῃ εἶναι συνεχῆ. Eἰ δὲ συνεχὴς ἡ κίνησις, ἀνάγκη εἶναι σῶμα ἁπλοῦν παρὰ τὰ ἐνταῦθα σώματα, μήτε βαρύτητα μήτε κου φότητα ἔχον· τὰ γὰρ βαρέα καὶ κοῦφα σώματα, ἐπειδὴ κατ' εὐθεῖαν κινεῖται, συνεχῶς κινεῖσθαι οὐ δύναται. Eἰ δὲ συνε χῶς κινεῖται, ἀνάγκη σφαιρικὸν ἔχειν σχῆμα· τούτῳ γὰρ τῷ σχήματι ἐνδέχεται μόνῳ τὴν συνεχῆ γενέσθαι κίνησιν. Eἰ δὲ σφαιρικῶς κινεῖται, ἀνάγκη τὴν γῆν εἶναι ἐν τῷ μέσῳ ἀεὶ ἠρεμοῦσαν, ἵνα περὶ αὐτὴν γίνηται τῆς σφαίρας ἡ κίνησις. Eἰ δὲ ἡ γῆ, ἀνάγκη καὶ τὰ μεταξὺ γῆς τε καὶ πυρὸς σώματα. Eἰ δὲ ταῦτα, ἀνάγκη εἶναι τὴν γένεσιν, ἐπειδὴ ταῦτα ἀΐδια εἶναι οὐ δύναται. Eἰ δὲ ἡ γένεσις, ἀνάγκη εἶναι καὶ ἄλλα ἐγκύκλια σώματα. Ἀλλ' εἰ, εἰ τόδε τόδε ἐστίν, ἀνάγκη τόδε τόδε εἶναι ἐν τοῖς ἀγενήτοις τε καὶ ἀϊδίοις χώραν οὐκ ἔχει, οὐκ ἄρα ἀΐδιά τε καὶ ἀγένητα τὰ ·ηθέντα. Eἰ δὲ ἀΐδια ταῦτα καὶ ἀγένητα, οὐκ ἄρα τοῦτο δι' ἐκεῖνο οὔτε ἐκεῖνο διὰ τοῦτο. Ἐπειδὴ εἰ ἡ γῆ ἐστιν, ἀνάγκη καὶ τὸ πῦρ εἶναι καὶ τὰ μεταξὺ αὐτῶν σώματα, πῶς, εἰ ἡ μὲν γῆ ἀγένητός τε καὶ ἀΐδιος, τὸ πῦρ οὐκ ἀΐδιον, τὸ ὑπάρχον κοῦφόν τε καὶ ἀνωφερές; Eἰ γάρ, ὥς φησιν, ὧν ἐναντίων τὸ θάτερον φύσει καὶ τὸ θάτερον ἀνάγκη φύσει εἶναι, πῶς οὐκ ἄτοπον τὸ τὴν γῆν εἶναι ἀΐδιόν τε καὶ ἀγένητον, τὸ δὲ πῦρ μὴ εἶναι ἀΐδιον, ἢ τὸ πῦρ εἶναι ἀΐδιον, τὴν δὲ γῆν μὴ εἶναι ἀΐδιον, τὰ δι' ἄλληλα ὄντα; Eἰ διὰ τὴν γένεσιν ἀνάγκη εἶναι ἄλλα ἐγκύκλια σώματα, πῶς οὐχ ἡ γένεσίς ἐστιν αἰτία τῶν ἀϊδίων; Ἀΐδια γὰρ τὰ ἐγκύκλια σώματα, καὶ ἡ γένεσις κατὰ τὴν τούτων κίνησιν. Eἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα τὰ ἐγκύκλια σώματα ἀγένητα· ὧν γὰρ τὸ εἶναι διὰ τὸ ἄλλα γενέσθαι ἐστί, γενητὰ ταῦτα καὶ οὐκ ἀΐδια. Eἰ ἐνδέχεται ἐν τοῖς ἀϊ δίοις ὑπάρξειν τὸ ὑπάρξον ἐν τοῖς γενητοῖς, τόδε ἀνάγκη εἶναι, ἐπεὶ τόδε ἐστὶ τόδε, οὐδὲν ἄρα διαφέρει τὰ ἀγένητα τῶν γενητῶν· ἐν γάρ, φησί, τοῖς ἀϊδίοις τὸ ἐνδεχόμενον οὐδὲν διαφέρει τοῦ εἶναι. νδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι, καὶ οὐκ εἰσὶν ἐναντίαι αὗται. Ἀλλὰ εἰ μηθὲν ὡς ἔτυχε μηδ' ἀπὸ