τόκος· τὸ γὰρ τοῦ ἀνθρώπου, φασίν, οὐ θηλείας ἐστὶν ἀλλὰ ἄῤῥενος τὸ ὄνομα· τίσιν οὖν λόγοις χρησάμενοι τὴν τοιαύτην λοιδορίαν μάτην λεγομένην ἐλέγξομεν; Ἀπόκρισις. Eἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ Ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσήφ. Τὸ γὰρ Ὡς ἐνομίζετο ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων ·η θῆναι χώραν οὐκ ἔχει. Τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλι ποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελ λούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ θένου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. Πρὸς ἀναίρεσιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λό γοις τοιούτοις. Eἰ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν τὸν Χριστὸν υἱὸν τῆς ἀνθρώπου οὐκ ἔστι διὰ τοῦτο υἱὸς τῆς ἀνθρώπου δηλονότι, ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου οὐκ ἔστιν υἱός τινος ἀνθρώπου. Eἰ δὲ μή τινος ἀνθρώπου ἐστὶν ὁ Χριστὸς υἱός, ἐξ ἀνάγκης οὐδὲ ἀνθρώπου ἐστὶν υἱός. Ἔτι δὲ εἰ καθώσπερ υἱὸς τοῦ Ἡλεὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἡλεί, τί ἄτοπον τὸ οὕτως δοῦναι καὶ υἱὸν χωρὶς γαμικῆς συναφείας τῷ Ἰωσήφ; Τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕτερον δὲ κατὰ τὸν νόμον χωρὶς γαμι κῆς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ Χριστοῦ τὴν γέννησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ. Πνεῦμα, φησίν, ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον τῷ κυρίῳ κληθήσεται υἱὸς θεοῦ. Ἀλλ' εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἡλεὶ υἱός ἐστι τοῦ Ἡλεὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολὺ μᾶλλον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας. Ἐρώτησις ξζ. Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸν προφητεύων φησί· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἐπὶ δυσδιηγήτου ἄρα ἢ ἀδιηγήτου τῆς γενεᾶς, καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν λέξιν; Ἀπόκρισις. Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται, καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διηγήσει καταγγέλλεται· ἐκ πνεύματος γὰρ ἁγίου καὶ τῆς παρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος, διὸ καὶ ἀδιή γητος. Ἐμφαίνει οὖν ἡ προφητικὴ ·ῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως. Ἐρώτησις ξη. Eἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχὴ διὰ τὸ ἐκ χυθέντος ἐκείνου τὸ ζῶον ἀπόλλυσθαι, διὰ ποίων λόγων καὶ ὑποδειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἕτερόν