ἀποσοβεῖν ἐποφείλοντες, καὶ τὰ βοσκήματα φυλάττειν ἀνεπιβούλευτον, οἱ δὲ, πρὸς τῷ μὴ ἀποσοβεῖν, μᾶλλον τῶν θηρίων αὐτοὶ διακόπτουσι καὶ διασπαράττουσιν. εἰ οὖν δοκεῖ καὶ πείθεσθέ μοι, ἐπείπερ ὁ λόφος ὀχυρώτατος οὑτοσὶ καταφαίνεται, καὶ κατάῤῥυτός ἐστιν ὕδασιν, ὡς ὁρᾶτε, τοῦτον δὴ τειχιστέον ἐξαυτῆς, καὶ ἴλην ἱππέων καὶ σπεῖραν πεζῶν ἐν αὐτῷ ἐατέον· ὥστε καθ' ἑκάστην ἐπεξελάσεσι καὶ καταδρομαῖς, καὶ τῶν ἐπιτηδείων διαρπαγαῖς τὴν Ἀντιόχου ταπεινώσωσι, καὶ εἰς ἀμηχανίαν δεινὴν κατακλείσαντες καὶ ἄκουσαν ἀναγκάσωσι, Ῥωμαίοις γενέσθαι ὑπόσπονδον. εἶπεν ὁ βασιλεὺς, καὶ λίθον ἐπωμισάμενος (ἦν γὰρ περὶ τὰ τοιαῦτα μετριοπαθής τε καὶ ταπεινὸς), ἄνεισι ἐπὶ τὸν λόφον, πάσῃ τῇ στρατιᾷ οὕτω ποιεῖν διακελευσάμενος. ἦν οὖν ἰδεῖν ἐν τρισὶν ἡμέραις ἄστυ ἀνῳκισμένον ἐπὶ τὸν λόφον, εὐερκές τε καὶ ὀχυρώτατον. φάλαγγα τοιγαροῦν πεντακοσίων ἱππέων, καὶ σπεῖραν χιλίων πεζῶν ἐν τῷ φρουρίῳ καταλιπὼν, καὶ ἀποχρῶσαν χιλὸν αὐτοῖς ἀποσιτισάμενος, ἐντειλάμενός τε ὁσημέραι ἐκδρομὰς κατὰ τῆς Ἀντιοχείας ποιεῖν, καὶ τὸ παρατυχὸν μαχαίρας ἔργον καὶ προνομῆς ἀπεργάζεσθαι, αὐτὸς ἐκεῖθεν ἀπάρας πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξε, καὶ μεγαλοπρεπῶς πρὸς τῶν ἀστικῶν ὑποδεχθεὶς ἐκεῖσε διέτριβεν. ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Ε. αʹ. Ἀλλ' οὕτω μὲν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, ὁ αὐτοκράτωρ Νικηφόρος Συρίαν καὶ τὰ παράκτια ταύτης καταδραμὼν, καὶ τὸ ἀντίξουν ἅπαν ἐκποδὼν ποιησάμενος, καὶ λείαν Μυσῶν θέμενος, καὶ πλεῖστα πτολίσματα καθελὼν, κἀν τοῖς ἐπικαιροτάτοις τῆς μεγάλης Ἀντιοχείας φρούριον ἐρυμνὸν δομησάμενος ἐν τρισὶν ἡμέραις καὶ πολίσας, ἐς τὸ Βυζάντιον ἐπανέζευξεν. Ἐντεῦθεν παρὰ τὸν τῶν Καρχηδονίων ἀγὸν διεκηρυκεύετο , καὶ τὸ τοῦ ἐναγεστά 76 του καὶ ἀσεβεστάτου Μωάμεδ ξίφος δῶρον ἐξέπεμπεν, ὅπερ λάφυρον ἔκ τινος τῶν κατὰ Παλαιστίνην ἁλόντων φρουρίων ἀνείληφε, καὶ τὸν Πατρίκιον ἐξῄτει Νικήταν, ὃν συνέβη τὸ πρότερον ἐν τῷ περὶ Σικελίαν τῶν Ῥωμαίων πταίσματι δορυάλωτον ληφθέντα, τῷ τοιούτῳ τῶν Ἄφρων παραπεμφθῆναι κατάρχοντι, ὡς ὁ λόγος ἐδήλωσε. διὰ γραμμάτων οὖν ἐπέσκηπτεν, ὡς, εἰ ἐνδοιάσῃ πρὸς τὴν τοῦ Πατρικίου ἀπόδοσιν, καὶ οὐκ ἐξαυτῆς τοῦτον ἀνήσοι τε τῶν δεσμῶν, καὶ ὡς αὐτὸν παραπέμψῃ, πόλεμον ἀκήρυκτον ἤτω προσδοκῶν, καὶ πᾶσαν τὴν αὐτοῦ ἐπικράτειαν ἀνεκτριβῆναι, τοῖς Ῥωμαϊκοῖς δηϊουμένην στρατεύμασι. ταῖς τοιαύταις οὖν ὁ Καρχηδόνιος ἐκδειματωθεὶς ἀγγελίαις, ὡς ἄλλαις τισὶ, κατὰ τὴν παροιμίαν, ἀπὸ Σκυθῶν ῥήσεσι, τόν τε Πατρίκιον Νικήταν καὶ τοὺς σὺν αὐτῷ ληφθέντας δορυαλώτους, καὶ ὅσους Ῥωμαίων ἐκ διαφόρων χώρων ἐν εἱρκταῖς πεδήτας παρακατεῖχε, δῶρον τῷ βασιλεῖ Νικηφόρῳ ἐξέπεμπε· δέος γὰρ αὐτὸν ὑπεισῄει, ἐκστρατείαν καὶ ἔκπλουν τούτου ἐνωτισάμενον. τὸ γὰρ ἀκαταγώνιστον τοῦ ἀνδρὸς, κἀν ταῖς μάχαις ἀνυπόστατον καὶ ἀπρόσιτον, καὶ ὅπως εὐπετῶς τὸ ἀντίπαλον ἅπαν ὡς ἔκ τινος θείας ῥοπῆς εὐείκτως κατεστρέφετο, ἔφριττόν τε πάντα ἔθνη καὶ ἐτεθήπεσαν, καὶ οὐ πολέμιον ἔχειν, ἀλλὰ φίλον καὶ δεσπότην ἠπείγοντο. οὕτω μὲν δὴ ὁ Πατρίκιος Νικήτας καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων αἰχμάλωτοι τῶν δεσμῶν ῥυσθέντες καὶ τῆς εἱρκτῆς, πρὸς τὸ Βυζάντιον ἐπανῄεσαν. ὁ δὲ βασιλεὺς Νικηφόρος ἥσθητε, 77 ὡς τὸ εἰκὸς, καὶ ἡμέραν ἦγεν ἑόρτιον, καὶ τὰς εὐχαριστηρίους τῷ Θεῷ ἐπὶ τῇ τῶν ὁμοφύλων ἀπολυτρώσει ἀπεδίδου εὐχάς. ἐν ᾧ δὲ ταῦτα κατά τε τὴν Συρίαν καὶ τὸ Βυζάντιον τῷ βασιλεῖ διεπράττετο, ὁ πρὸς τοὺς Ταυροσκύθας σταλεὶς βασιλικῷ νεύματι Καλοκύρης ὁ Πατρίκιος, κατὰ τὴν Σκυθίαν