Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντες μετελάβομεν· ἐγὼ μὲν ἄρτου καὶ τυροῦ καὶ οἴνου μετέλαβον, ὁ δὲ ὅσιος ἄρτου καὶ βρεκτοῦ ὀσπρίου καὶ ὕδατος. Καὶ ἀπολύσαντες τὴν κόρην πρὸς τὴν αὐτῆς μάμμην, ἡμεῖς ὑπνώσαμεν ἐν τῷ δωματίῳ· ἦν γὰρ καὶ θέρους ὥρα. Ἐπερωτήσαμεν δὲ καὶ τὸ ὄνομα τῆς κόρης, εἶπεν δέ· Σαλαφθᾶ, ὃ ἑρμηνεύεται ἑλληνιστὶ Εἰρήνη. Ἐποιήσαμεν δὲ καὶ τὴν ἑξῆς ἐν τῷ δωματίῳ, τῆς καλῆς Εἰρήνης ποιούσης ὑμῖν πᾶσαν ἀπόκρισιν μετὰ πολλῆς προθυμίας.
99 Ὡς δὲ ἔγνωμεν ὅτι κατέστη ὁ θόρυβος τῆς πόλεως, ἐπορεύθημεν διὰ τῆς νυκτὸς εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἀνελθόντες εἰς τὸ ἐπισκοπεῖον, οὐδὲν εὕραμεν ἐν αὐτῷ εἰ μὴ τὸν θεοφιλῆ Βαρωχᾶν κείμενον καὶ ἐσχάτως ἔχοντα ἐκ τῶν ἐνεχθεισῶν αὐτῷ πληγῶν παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν εἰδωλολατρῶν. Μετὰ δὲ ὀλίγας ἡμέρας γνοὺς τὰ γενόμενα ἐν τῇ πόλει ὁ ὑπατικός (Κλάρος δὲ ἐκαλεῖτο), πέμπει κομενταρήσιον μετὰ πολλῆς βοηθείας καὶ ἀσφαλίζεται οὓς ἐνέδειξαν οἱ δημοσιεύοντες καὶ παριστᾷ εἰς Καισάρειαν, καὶ τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ βουνευρίσας ἀπέλυσεν, καὶ ποιήσας οὐ μικρὸν φόβον οὕτως κατέστησεν τὴν πόλιν.
100 Μεθ' ἡμέρας δὲ ὀλίγας ἀναμνησθεὶς ὁ ἐν ἁγίοις Πορφύριος τῆς ἀγαθῆς ἐκείνης κόρης τῆς ὑποδεξαμένης ἡμᾶς, μετεπέμψατο αὐτὴν δι' ἐμοῦ· ἣ δὲ δρομαία παρεγένετο, ἔχουσα καὶ ἄλλην γυναῖκα ἣν ἔλεγεν θείαν εἶναι. Εἰσελθοῦσαι δὲ πρὸς τὸν μακάριον ἐπίσκοπον, προσέπεσαν τοῖς ποσὶν αὐτοῦ· ὃ δὲ εὐμενῶς ταύτας ἐδέξατο ὡς πατὴρ φιλόστοργος. Εἶπεν δὲ τῇ κόρῃ· Ἀληθῶς, θύγατερ, ἐπιθυμεῖς γενέσθαι Χριστιανή; Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Καὶ ἤδη εἶπόν σοι, κύριέ μου, ὅτι ἐκ πολλοῦ ἔχω τὴν ἐπιθυμίαν ταύτην καὶ νῦν παρήγαγον μάρτυρα τὴν ἐμὴν θείαν, ἥτις καὶ αὐτὴ τῆς αὐτῆς ἐστιν ἐπιθυμίας. Ὃ δὲ περιχαρὴς γενόμενος εἶπεν αὐτῇ· Ἀνδρίζου καὶ ἴσχυε, τέκνον. Καὶ προσκαλεσάμενος τὸν οἰκονόμον τῆς ἁγίας ἐκκλησίας, ἐπέτρεψεν αὐτῷ παρέχειν αὐτῇ τε καὶ τῇ αὐτῆς μάμμῃ ἀργυρίου μιλιαρήσια τέσσαρα καθ' ἑκάστην ἡμέραν, τῇ δὲ αὐτῆς θείᾳ ἔδωκεν νόμισμα ἕν, καὶ σφραγίσας αὐτὰς τῷ σημείῳ τοῦ σταυροῦ ἀπέλυσεν, παραγγείλας αὐταῖς σχολάζειν ταῖς εὐχαῖς καὶ τῇ κατηχήσει τῶν κατηχουμένων. Ἔπεμψεν δὲ καὶ εἰς τὸν αὐτῆς οἶκον τὸν θεοσεβῆ Τιμόθεον τὸν πρεσβύτερον καὶ κατηχητήν, καὶ ἐπέτρεψεν αὐτῷ σφραγίσαι τὴν μάμμην τῆς κόρης· ὡς γὰρ προεῖπον τὸ σῶμα εἶχεν συμπεπαρμένον. Καὶ κατηχηθεῖσαι αἱ τρεῖς ὀλίγον χρόνον, ἠξιώθησαν τοῦ τιμίου βαπτίσματος.
101 Μετὰ δὲ τὸ ἀποθέσθαι τὸ ἅγιον σχῆμα, προσκαλεσάμενος ὁ ὅσιος τὴν εἰρημένην κόρην εἶπεν αὐτῇ· Θέλεις ζεύξωμέν σε ἀνδρὶ πρὸς γάμον ἔννομον; Καὶ γὰρ ἔστι σοι καιρὸς τοῦ συμβιῶσαι· οὔτε γὰρ ἀπηγόρευται τῇ ἡμετέρᾳ γραφῇ ὁ σεμνὸς γάμος. Ἡ δὲ κόρη ἀκούσασα τὸν λόγον τοῦ ὁσίου, ἤρξατο δακρύειν καὶ λέγειν· Πάτερ ἀγαθέ, μεθ' ὅ με ἔζευξας ἀνδρὶ μεγάλῳ, ἀποζεῦξαί με θέλεις ἐκείνου καὶ ἐκδοῦναι ταπεινῷ καὶ μηδαμινῷ; μηδαμῶς, κύριέ μου, τοῦτο ποιήσῃς. Ὁ δὲ ἐν ἁγίοις συναρπαγεὶς εἶπεν· Καὶ τίς ἐστιν οὗτος ὃν ἔζευξά σοι; Ἣ δὲ ἀπεκρίνατο· Ἰησοῦς Χριστός, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ ἀληθινός μου νυμφίος, οὗ οὐκ ἀποζεύγνυμαι εἰς τὸν αἰῶνα. Ἀκούσας δὲ ὁ ἐν ἀγίοις καὶ κατανυγεὶς ἐδάκρυσεν, ὥστε ἐκ τῆς πολλῆς κατανύξεως περιλαβεῖν τὴν κόρην καὶ τὴν κεφαλὴν αὐτῆς καταφιλῆσαι· ὄντως γὰρ ἦν τελείως ἀπαθὴς καὶ ἀπὸ πολλῆς εὐσπλαγχνίας ἐγγὺς ἔχων τὸ δάκρυον. Καὶ ἡμεῖς δὲ οἱ περὶ αὐτὸν θεασάμενοι τὴν χάριν τοῦ ἁγίου πνεύματος τὴν δοθεῖσαν τῇ θεοφιλεῖ κόρῃ ἐδοξάσαμεν τὸν θεὸν τὸν δωρούμενον σοφίαν καὶ χάριν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Ἀπέλυσεν δὲ τὴν κόρην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
102 Συνέβη δὲ ἐν αὐταῖς ταῖς ἡμέραις τὴν γραῦν ἀναπαῆναι καὶ ἀπελθεῖν πρὸς κύριον. Τότε προσκαλεσάμενος τὴν κόρην, μετεπέμψατο τὴν θεοσεβῆ Μαναρίδα τὴν διάκονον, τὴν διερμηνευομένην καὶ αὐτὴν κατὰ τὴν ἑλληνίδα