τῆς κεφαλῆς τοῦ ζῴου ἐπάρχοντος ὅλων τῶν μηνίγγων καὶ τοῦ ἐγκεφάλου, ᾗ ἐκεῖθεν εἰς τοῦτο τὸ μέρος ἀκτινοβολεῖ, εἰ μὲν ἐν καλῷ κειμένου τοῦ ἀστέρος καὶ σχηματιζομένου πρὸς τὴν σελήνην τριγωνικῷ σχήματι εἰς τὸν ἐγκέφαλον βάλλει τοῦ πηγνυμένου, εὖ ἕξουσιν αἱ ἡγεμονικαὶ δυνάμεις τῷ πλαττομένῳ ἐμβρύῳ· εἰ δὲ κακούμενος ὁ ἀστὴρ ἐπιβρίσει τῷ μέρει, τῶν ἐναντίων ἐστὶ ποιητής. κατὰ τοίνυν <τὸν> τοῦ Ἑρμοῦ λόγον καὶ τὰ μελαγχολικώτερα τῶν βρεφῶν καὶ τὰ εὐεκτικώτερα, ὅσα τε τοῖς ὀφθαλμοῖς διάστροφα καὶ ὅσα ὁρᾷ κατ' εὐθεῖαν, καὶ ἡ πᾶσα τούτων ἐναντιότης πρὸς ἄλληλα ἀπὸ τῆς τῶν ἄστρων δυνάμεως γίνεται. Πλὴν καὶ τοῦτο ἴσθι, ὡς ὁ μὲν καθ' ἡμᾶς λόγος οὐ πολυπραγμονεῖ τὰς τούτων αἰτίας, ἀλλὰ τὴν διοίκησιν πάντων θείοις ἀνατίθεται κρίμασι· δεδοίκαμεν γὰρ τὴν παρεκτροπήν, καὶ διὰ ταύτην ἐπὶ τῶν οἰκείων ὅρων ἑστήκαμεν. ὁ δέ γε Ἕλλην οὐ διαφέρει, ζητῶν τὰς πρώτας ὑποθέσεις τῶν γινομένων, εἴ που μακρὰν τῆς ἀληθείας ἐλάσειεν, ἀλλὰ ποικίλως τὰ ὄντα διερευνώμενος εἰς ἀτόπους πολλάκις ἐννοίας ἐκφέρεται. τίθεται δὲ κατ' ἐξουσίαν καὶ δόξας ἀσυλλογίστους, ὑπερκόσμιον ψυχὴν καὶ ἐγκόσμιον, καὶ φύσιν καθολικήν τε καὶ μερικήν, ἵν' εἴ τις αὐτὸν ἐλέγχει πλανώμενον, εὐθὺς ἔχει πρὸς ταῦτα καταφυγεῖν. ἡμεῖς δέ σοι τοὺς τούτων λόγους ἀνακαλύπτομεν, οὐχ ἵνα τούτοις θύῃς, ἀλλ' ἵνα μόνον εἰδείης. γʹ. Ὅτι οὐδεμία διαφορὰ τοῖς τοῦ θήλεος καὶ τοῦ ἄρρενος γεννητικοῖς μορίοις ἐστί, καὶ ὅτι δι' ἔλλειψιν θερμότητος τὸ θῆλυ ἐν τῇ μήτρᾳ γίνεται Μὴ θαυμάσῃς, εἴ σοι παράδοξον λόγον ἐρῶ περὶ παραδόξου πράγματος, ἀλλ' ἀτρέμας ἔχε πρὶν ὅλου ἀκούσῃς τοῦ λόγου. ἴσθι τοιγαροῦν, ὡς τὰ γεννητικὰ τοῦ θήλεος μόρια καὶ τοῦ ἄρρενος οὐ διάφορά εἰσι πρὸς ἄλληλα, ἀλλὰ παρ' ἑκατέρᾳ γενέσει τὰ αὐτά. τοσοῦτον δὲ διαλλάττει, ὅτι τὰ μὲν τοῦ ἄρρενος προὔκυψαν ἔξω ἀκμαζούσῃ θερμότητι, καὶ τό τε αἰδοῖον ἀπετάθη ἀμφιασάμενόν πως τὴν καλουμένην ποστὴν οἵ τε ὄρχεις ὑπὸ τῷ ὀσχέῳ ἐσπαργανώθησαν, τὰ δὲ τοῦ θήλεος δι' ἔλλειψιν τοῦ θερμοῦ ἀπρόιτα μεμενήκασι, μεταξὺ καρτερήσαντα τοῦ ἀπευθυσμ<έν>ου φημὶ καὶ τῆς κύστεως. ὃ γοῦν ἀρχόμενος εἴρηκα, μήτε θαυμάσῃς τὸ ἔργον τῆς φύσεως μήτε ὡς μυθώδη διαπαίξῃς τὸν λόγον· ἔστι γὰρ παντάπασιν ἀληθής. εἰ γὰρ παραθήσεις τῷ λόγῳ εἰς τὸ εἴσω τοῦ περιτοναίου τὰ τοῦ ἄρρενος μόρια, τὸ μὲν ὄσχεον εἰς τὴν τῆς μήτρας χώραν καὶ χρείαν διαπλασθήσεται, οἱ δέ γε ὄρχεις ἐξολισθήσουσιν ἔξωθεν καὶ παρ' ἑκατέρῳ μέρει ταύτῃ τεθήσονται, τὸ δὲ πρὶν ἀρρενικὸν αἰδοῖον ἀρχὴ τῆς ὑστέρας γενήσεται καὶ εἰς τὸ αἰδοῖον τὸ τῆς ποστῆς δέρμα διασχισθήσεται. καὶ οὕτως αὖθις τὴν γυναικείαν ἐκτὸς ἑλκύσαντός σου κατασκευήν, ἡ μὲν μήτρα τῷ ἀντελιγμῷ ἔνδον συλλαβοῦσα τοὺς ὄρχεις εἰς ὀσχέου φύσιν ἔξω διαπλασθήσεται, ὅ τε αὐχὴν τῆς ὑστέρας εἰς αἰδοῖον διαταθήσεται καὶ ἡ ποστὴ εἰς τὸ σχίσμα διαιρεθήσεται. τὸ γὰρ ἀρχέγονον τοῦ πλάσματος σπέρμα ἀρρενογόνον μόνον ἐστίν, ἀποτυγχάνει δὲ τοῦ σκοποῦ ἐνδείᾳ θερμότητος μεταβληθὲν εἰς θηλύτητα. τῷ δέ γε δημιουργῷ καὶ τὸ τῆς φύσεως ἐλάττωμα εἰς ὅλου γένους διάπλασιν ἤρκεσεν. ἡ γάρ τοι μήτρα, μία τις οὖσα τὴν πλάσιν, δυσὶ κόλποις διῄρηται, καὶ ὃς μὲν αὐτῶν θῆλυς, ὃς δὲ ἄρρην ἐστί τε καὶ ὀνομάζεται, οὗτος μὲν ἐπιδέξιος τὴν θέσιν τε καὶ τὴν φύσιν εἰς ἄρρενος πλάσιν, ἐκεῖνος δὲ πρὸς τοῦτο μὲν ἐπαρίστερος, εὔθετος δὲ πρὸς θηλυγονίαν. οὕτω δὴ καὶ τῶν ὄρχεων ἀρρενογόνος μὲν ὁ δεξιός, θηλυγόνος δὲ ὁ ἀριστερός. καὶ θερμὰ μὲν ἄμφω τὰ δεξιά, τὰ δέ γε ἀριστερὰ μετὰ τῆς ἐναντίας ποιότητος. καὶ τό γε θαυμασιώτατον, <ὃ> καὶ τὴν πίστιν τῷ πρώτῳ λόγῳ παρέχει, οὐκ ἂν γνοίης ἐξαμβλωθὲν ἔμβρυον πρὸ τῆς συμπάσης τῶν μελῶν τελειότητος, εἴτε θῆλυ κατὰ τὴν πλάσιν εἴτε ἄρρεν ἐστίν· ἐν γὰρ τῷ τέλει ἡ θερμότης ἐξασθενήσασα