εἰσπομπὴν βλέπομεν τῶν εἰδῶν τῶν ὁρωμένων εἰσερχομένων τῇ ὄψει, τὸ διάστημα τοῦ μεταξὺ ἀέρος πῶς βλέπομεν; λύσις· οὐχὶ ὡς ἐνέργειαι τῶν ὁρωμένων μέχρι καὶ τῶν ὀμμάτων ἔρχονται, ἀλλ' ὁ ἀὴρ πληροῦται τῶν ὁρατῶν. Εἰ τὰ εἴδωλα εἰσέρχεται τῷ ὄμματι, οὐκ ἔρχεται καὶ τὰ πόρρω ὁμοίως; λύσις· ὡς ἀσθενεῖ ὁ ὀφθαλμὸς πολλάκις καὶ οὐ δύναται ἰδεῖν τὰ πόρρω, οὕτως καὶ αἱ τῶν πόρρω ἐνέργειαι ἀδύνατον ἔχουσι φθάσαι εἰς τὸ ὄμμα. Ἡ ἀντίληψις τῶν ὁρατῶν κατὰ μόνου τοῦ μορίου ἐκείνου γίνεται ἐν ᾧ ἡ κόρη συνίσταται. εἰ τέτρηται ὁ ῥαγοει[δής] ** διὰ τοῦτο οὖν τὰ συμβαίνοντα πάθη τῷ ὀφθαλμῷ οὐχ ὁρῶμεν. ὅθεν εἰ τῇ κόρῃ συμβῇ τι, ἀπόλλυται ἡ ὄψις. ὥσπερ ἐπὶ τῆς γλώττης, εἰ γίνεταί τι αὐτῇ δραστικώτερον, καὶ τὸ προσαχθησόμενον ἔπειτα τοιούτου {οἶδα} χυμοῦ δοκεῖ, οὕτω καὶ ἡ ὄψις τῷ παρὰ φύσιν ἐγγινομένῳ χρώματι τῶν ἰκτεριώντων κεχρῶσθαι τὰ ἔξω νομίζει, ὥσπερ καὶ τὰ διὰ σφέκλων ὁρώμενα τοιαῦτα δοκεῖ. Ἐὰν οἱ κῶνοι ἴσον ἀφεστηκότες τοῖς αὐτοῖς [σημ]είοις προσβάλλουσιν, εἰκότως ὡς ἓν τοῦ ἑνὸς ἀντιλαμβάνεται. εἰ δὲ παραστραφείη ἡ τῶν ὄψεων θέσις, συμβαίνει εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεσ[τηκυίας, καὶ ἐπεὶ] διάφοροι ἀπὸ τῶν αὐτῶν σημείων τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο κρίσεις, καὶ διὰ τοῦτο δύο εἶναι τὸ ἓν αἰσθητὸν δοκεῖ. εἰ αἱ ἐνέργειαι φοιτ[ῶσι] πρὸς τὴν ὄψιν, πῶς οὐ δοκοῦσιν ἡμῖν τὰ πόρρω καὶ ἐγγὺς διαστήματα ἶσα, ἀλλὰ μείζονα καὶ ἐλάττονα; ὥσπερ ἐπὶ ἀκοῆς οὐκ αὐτὸς ὁ πεπληγμένος ἀὴρ προσπελάζει τῇ ἀκοῇ, ἀλλὰ κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν ὁ ἀὴρ διαβιβάζει τοὺς ψόφους, τί θαυμαστὸν εἰ καὶ ἐπὶ τῆς ὄψεως τοῦτο συμβαίνει, τῆς τῶν ὁρατῶν ἐνεργείας προσπιπτούσης ταῖς ὄψεσιν; καὶ ἐν ὕδατι δὲ αἰσθανόμεθα ψόφων, οὐ τοῦ ἀέρος διὰ τοῦ ὕδατος χωροῦντος, ἀλλὰ τῆς ἐν τῷ ὕδατι διηχοῦς δυνάμεως. Εἰ τὸ διαφανὲς παρουσίᾳ τοῦ φωτὸς φῶς γίνεται, λείποντος τούτου σκότος ἐστίν. οὐκ ἀντίκειται τὸ φῶς καὶ σκότος ὡς στέρησις καὶ ἕξις· ἡ γὰρ στέρησις οὐ μεταβάλλει εἰς ἕξιν, ταῦτα δὲ ἀντιμεταβάλλει ἀλλήλοις. φαίνεται δὲ ἐντεῦθεν καὶ τὸ φῶς καὶ σκότος ἀσώματα εἶναι ὡς ἐναντία· 53 οὐσία γὰρ οὐσίας ἐναντία οὔκ ἐστιν. καὶ τὸ πῦρ δὲ τῷ ὕδατι οὐχ ὡς οὐσίαι ἀντίκεινται, ἀλλ' ὡς ποιά. Τὸ φῶς εἶδός ἐστιν· ἔχει γὰρ ποιητικὰ αὐτοῦ ἥλιον, πῦρ καὶ λοιπὰ ἕτερα. τοῦ δὲ σκότους οὐδὲν ὁρῶμεν αἴτιον. ἀλλ' οὐδὲ ποιότης ἐστίν· ἀθρόως γὰρ ἀφανίζεται, ἀρκεῖ δὲ τούτῳ εἰς τὸ εἶναι σκότος ἡ τοῦ φωτὸς ἀπουσία. Εἰ κινήσεως ἐδεῖτο τὸ φῶς ἵνα ἔλθῃ πρὸς ἡμᾶς, καὶ χρόνου πάντως· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. νῦν δὲ ἅμα φωτίζεται καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζοντος ὄντα. Τῶν ὁρατῶν τὰ μὲν ἐν ἡμέρᾳ φαίνεται, τὰ δὲ ἐν νυκτί, τὰ δὲ ἀμφοτέροις, τὰ δὲ οὐκ ἀμφοτέροις. τὰ χρώματα μόνως ἐν ἡμέρᾳ, τὰ λαμπρὰ ὡς λεπίδες καὶ πυγολαμπίδες ἐν νυκτί, τὰ δὲ ὑπέρλαμπρα ἐν νυκτὶ καὶ ἡμέρᾳ ὡς σελήνη καί τινα τῶν ἀστέρων. Ὡς ἡ τοῦ ὁρατοῦ ἐνέργεια διαπορθμεύεται διὰ τοῦ μεταξὺ ἐπὶ τὸ αἰσθητήριον, οὕτω καὶ τὸ ὀσφραντὸν καὶ ἀκουστὸν δι' ὕδατος ἢ ἀέρος. ὅτι δὲ ταῦτα διηχῆ καὶ δίοσμα, δῆλον. οἱ γὰρ ἰχθύες τοὺς ψόφους φεύγοντες τοῖς δελέασιν ἕπονται. ἔχουσι δὲ τὴν ὀσφραντικὴν δύναμιν οἱ ἰχθύες ἀναμφιβόλως· τὰς γὰρ μεγάλας ἔχοντες, ἤγουν ὅρασιν καὶ ἀκοήν, ἀναγκαίως ἔχουσι καὶ τὰς ἀτελεῖς καὶ ὑφειμένας. αἰσθητήριον τῆς ὀσφρήσεως οὐχ ἡ ῥίς, ἀλλ' ἐντὸς ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις. Ἡ γῆ οὔτε διηχῆ οὔτε δίοσμον ἔχει δύναμιν. εἰ γάρ τις γεώδει τινὶ κηρῷ ἢ πηλῷ ἀποφράξει ῥῖνας καὶ ὦτα, οὐκ αἰσθήσεται ὀσφρήσεως ἢ ἀκοῆς. τὴν κοινὴν ἀέρος καὶ ὕδατος δύναμιν καθ' ἣν αἱ ὀσμαὶ διαπορθμεύονται ἀνώνυμον Ἀριστοτέλης φησί. ∆ιττὸς ὁ ψόφος· δυνάμει ἐπὶ τῶν στερεῶν τῶν μὴ ψοφούντων καὶ ἐνεργείᾳ ἐπὶ τῶν ἄλλων [τῶν] ψοφούντων. Ψόφος ἐστὶ πλῆξις ἀέρος τοιῶσδε γινομένη. γίνεται δὲ ψόφος ἐν δύο σώμασι στερεοῖς λείοις