φθοραῖς, εἰ ἐνίσταιτο λέγων ὡς οὔτε προὔτρεπε ταῦτα οὔτε ἐβούλετο, ἀλλὰ καὶ πολλοὺς τῶν τολμησάντων κολάσεσιν ἁπάσαις ἐτιμωρήσατο, ἆρ' ἂν ἐλευθερωθείη τῶν αἰτιῶν; πολλοῦ γε καὶ δεῖ. οὕτω τοιγαροῦν ὁ μέγας δεσπότης ἅπαξ ἑλόμενος τυραννεῖν καὶ τὰ καθεστηκότα κινεῖν τῶν ἐντεῦθεν ἁπάντων πρωταίτιος εἰκότως κληθήσεται. ∆οκῶ δέ μοι καὶ παρὰ φιλοσοφίας τι συντελέσειν τῷ λόγῳ, ὅσον τὴν πρᾶξιν ἀνενεγκεῖν εἰς παράδειγμα. ἐκείνη τοιγαροῦν τὴν μὲν φύσιν τὸ σῶμά φησιν πρώτως κινεῖν, κινεῖσθαι δὲ ταύτην ὑπὸ ψυχῆς καὶ ταύτην παρὰ τοῦ νοῦ καὶ τοῦτον παρὰ θεοῦ. εἴ τις οὖν ἔροιτο τοὺς θιασώτας αὐτῆς ὅτι "πολλῶν ὄντων τῶν κινούντων τί ποτ' ἂν εἴη τὸ κινητικώτατον αἴτιον;" ἐροῦσιν ὡς ὁ θεός. ἐκεῖνος γὰρ καὶ τοῖς ἄλλοις τὸ ἐνδόσιμον δίδωσι τοῦ κινεῖν. μετένεγκε οὖν μοι κατὰ βραχὺ τὸν λόγον πρὸς ὃ νῦν ἐξετάζομεν, καὶ ἴσως εὑρήσεις τὴν ὁμοιότητα. καὶ εἰ βούλει, δίελέ μοι τὸ πονηρὸν ἐκεῖνο λῃστήριον εἰς πληθὺν στρατιωτικήν, εἰς δεκαδάρχας, εἰς ἑκατοντάρχας, εἰς λοχαγοὺς καὶ ἐπὶ πᾶσιν ὁ τοῦ στρατοπέδου παντὸς ἡγεμών. τούτων τὸ μὲν πλῆθος ἐπετάττετο μόνον, ὁ δὲ δέκαρχος ἐπέταττε προσεχῶς καὶ τούτῳ ὁ ἑκατοντάρχης κἀκείνῳ ὁ λοχαγὸς καὶ τούτῳ ὁ στρατοπεδάρχης. πότερον οὖν ἦν τις ἕτερος ὁ καὶ τοῦτον κινῶν ἢ αὐτόματον ἦν τὸ στρατόπεδον; τίς δ' ἄλλος ἢ ὁ μέγας πατὴρ τὸ πρῶτον κινητικὸν αἴτιον; οὗτος τοιγαροῦν τὴν ὅλην κίνησιν ἐξειργάζετο τῇ σειρᾷ. ἀλλ' αὖθις ἀφαιρεῖς αὐτὸν τῆς κινήσεως καὶ οὐδὲ τοῦτο φιλοσοφίας ἐκτός. ἐκεῖνοι γὰρ τὸ πρώτως κινοῦν ἀκίνητον διορίζονται, ἵνα μὴ εἰς ἄπειρον ἀναβαίη ἡ κίνησις. οὐκ ἐκίνει μὲν ἴσως οὐδὲ ἐδίδου τὴν κίνησιν, ἀλλ' ἀφ' οὗ δὴ τυραννεῖν εἵλετο, ταῦτα πάντα συγκατειργάζετο· καὶ τῆς μεγάλης ἀσπίδος μιμήματα τὰ μικρὰ ἀσπιδίσκια καὶ τοῦ ἐπιμήκους παλτοῦ τὰ βραχύτατα καὶ κοῦφα δοράτια. ἐγὼ μὲν οὖν, ἵνα μηδεμίαν δώσω τῷ λόγῳ ἀντιλογίαν, πρὸς τοῦτο διαγωνίζομαι, εἰς ὁμολογουμένας ἀρχὰς τὰς ἀποδείξεις ἀνάγων, ἐπεί τοί γε ἐκεῖνος καὶ τοὺς λόχους καθίστη καὶ τοὺς πολεμίους συνέταττε καὶ ἀφιεὶς παρώρμα τε καὶ ἐθάρρυνε καὶ νικηφόρους ἐπαναστρέφοντας ἐταινίου καὶ κατησπάζετο καὶ τῶν τιμῶν τὰς μὲν ἐδίδου, τὰς δὲ ἐπηγγέλλετο· καὶ παρείχοντο φόνων μισθοὶ καὶ τολμημάτων ἀνταμοιβαί. καὶ ταῦτα ποῦ; ἔνθα τὸ ἱλαστήριον καὶ πέριξ τὰ χερουβίμ, ἔνθα τὸ καταπέτασμα ὄψιν ἀνδρῶν, καὶ σωφρόνων, ἀπεῖργον. ἀλλὰ τί μοι τὰ τῆς σκιᾶς; τί δὲ μὴ λέγω τὰ τοῦ τελείου φωτός; ἔνθα ὁ τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος, ἡ παράδοξος μῖξις, τὸ καινὸν κρᾶμα· ἔνθα ἡ διαίρεσις καὶ ἡ ἕνωσις καὶ ἡ πατρικὴ βουλὴ καὶ ἡ τοῦ πνεύματος σύμπνευσις, ἡ τριαδικὴ ἀκατανόητος ἕνωσις. καὶ γέγονεν ἀντίστροφα πάντα καὶ πρὸς τὸν καθ' ἡμᾶς λόγον ἀντίθετα: μετὰ τοῦ πρώτου ποιμένος οἱ θῆρες, μετὰ τῆς ἀρχικῆς εἰρήνης ἡ ἐσχάτη διάστασις, μετὰ τοῦ φωτὸς ἡ ἀχλύς, μετὰ τῆς γαλήνης ἡ ζάλη, μετὰ τοῦ σταυροῦ ἡ κατάλυσις, μετὰ τῆς ἀθανασίας ὁ κίνδυνος, ἡ πτῶσις μετὰ τῆς ἀναστάσεως. πολυάνδριόν μοι τὸ ζωοφόρον πεποίηκας οἰκητήριον· τὴν πρὸς ζωὴν εἴσοδον πάροδον εἰργάσω πρὸς θάνατον· πρὸς αὐτό μοι διαπεπολέμησαι τὸ θεῖον μυστήριον. τί μοι τὸ ἀπόθετον κάλλος δεδημοσίευκας; τί μοι ἐξυβρίζεις τὰ τιμιώτατα; τί μοι τὴν πολυτίμητον μαργαρῖτιν εὔωνον καθιστᾷς; τί μοι τὰ παναγέστατα τοῖς ἐναγεστάτοις διέσπειρας; τί μοι συνάπτεις ἃ διεῖλεν ὁ κύριος, σφαγὴν καὶ ζωήν, γαλήνην καὶ ζάλην, σπονδὰς καὶ πληγάς; καὶ πάλαι μὲν ἐπὶ τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου οὐκ ἀναβέβηκε λαξευτήριον· νῦν δὲ τῶν ἀδύτων ἐντὸς θωράκων κλόνοι, δοράτων κρότοι, ξίφη καὶ κράνη, οἱ χαλκάσπιδες, οἱ σιδηρόδετοι. τοιαύτην μοι τὴν παρασκευὴν πρὸς τὴν μετοχὴν τῶν ἀρρήτων ἐποίησας. Ἀλλ' ὅ με μικροῦ διέλαθε, τοῦτο δή σε πράως ἐρήσομαι. τί ποτ' οὖν, ὦ βέλτιστε σύ, τολμῆσαι τοιαῦτα προῃρημένος, οὐκ ἀλλαχοῦ σοι διέθηκας τὴν σκευὴν καὶ τὴν δορυφορίαν ἡτοίμακας ἐπὶ τὰ λαιὰ τοῦ νεώ,