δύναμιν τῶν λεγομένων χρόνων. ὁ ἐνεστὼς ὡς ἑστηκώς, ὡς σήμερον τυγχάνων· ὁ δέ γε παρατατικὸς ὡς παρατεταμένος («ἔτυπτον» γὰρ ἀπέραντον ἔχει τὴν σημασίαν)· ὁ δ' αὖ γε παρακείμενος οὐ κείμενος τελείως, ἀλλ' ἔστι παρακείμενος ὡς μὴ πεπληρωμένος, ὁ ἐνεστὼς συντελικός, οὕτω γὰρ ὠνομάσθη· ἀόριστος ὡς ἄδηλος, οὐχ ὡρισμένος χρόνος· ὁ μέλλων ὡς οὐκ ἐνεστώς, ἀλλ' αὐτὸ τοῦτο μέλλων. Καὶ τοῦτο δέ μοι γίνωσκε καὶ μή σε λανθανέτω· χρόνοι πολλοὶ λελοίπασιν ἔν τισι τῶν ῥημάτων καὶ πρόσωπα πληθυντικὰ τῆς κοινῆς διαλέκτου, ἀλλ' ἀντανεπληρώθησαν ἐξ ἄλλων διαλέκτων. αὐτίκα γὰρ τοῦ «τέτυμμαι», πρὸς δὲ τοῦ «ἐτετύμμην», παρακειμένου πάσχοντος καὶ ὑπερσυντελίκου, τὰ τρίτα τῶν πληθυντικῶν κοινὴν οὐκ ἔχει φράσιν, ἀλλ' ἀντανεπληρώθησαν τεχνικῶς ἐξ ἑτέρων. καθόλου πρῶτα πρόσωπα προστακτικῶν οὐκ ἔστιν. εὐκτικὸς παρακείμενος ἐκλέλοιπε τελείως. χρόνος ὑπερσυντέλικος, σὺν τῷ παρακειμένῳ, οὐκ ἔστιν ὑποτακτικὸς παθητικὸς οὐδ' ὅλως. τὸν μέσον παρακείμενον τοῦ «τίθημι» μὴ ζήτει, καὶ δεύτερος παθητικὸς ἀόριστος οὐκ ἔνι. πρῶτος πάλιν ἀόριστος ἐν τοῖς ἀπαρεμφάτοις οὐχ εὕρηται τοῦ «τίθημι», καὶ ζήτει τὴν αἰτίαν. ἐν μετοχαῖς ἀόριστον τοῦ «τίθημι» μὴ ζήτει, πλὴν ἐν τοῖς ἐνεργητικοῖς, παθητικὸς γὰρ ἔνι. Μάθε τοὺς πόδας ἅπαντας, τοὺς ἁπλοῦς, τοὺς συνθέτους. μάθε μοι τοὺς δακτυλικούς, σπονδείους καὶ τροχαίους· ἡρωϊκοῦ τυγχάνουσιν οὗτοι μάλιστα μέτρου. χορεῖον καὶ πυρρίχιον ὡς ἀσθενεῖς ἐκτρέπου, ἀλλὰ μηδὲ τοὺς ἴωνας ἐκτόπως ἀγαπήσῃς. ἀγάπησον, εἰ βούλοιο, καὶ ζήλωσον γενναίως τοὺς μολοσσούς, τοὺς παίονας, πρὸς δὲ τοὺς ἐπιτρίτους. ἄσπασαι καὶ τὸν ἴαμβον, ἀλλὰ σπονδείαζέ μοι· καὶ πρώτιστα ἰάμβιζε, ὕστερον δ' ἡρωίσεις. Ὁ τεχνικὸς μὲν τίθησι ψιλά τε καὶ δασέα καὶ μέσον τούτων, δέσποτα, τὰ μέσα κεκλημένα· ψιλὰ μὲν κάππα, πῖ καὶ ταῦ, δασέα φῖ, χῖ, θῆτα, μέσα δὲ τούτων ἐκφωνεῖ βῆτα, γάμμα καὶ δέλτα. καὶ τὸ μὲν βῆτα τίθησι τοῦ φῖ καὶ πῖ πως μέσον, τὸ γάμμα μέσον τίθησι τοῦ χῖ τε καὶ τοῦ κάππα, τοῦ ταῦ δὲ μέσον τίθησι τὸ δέλτα καὶ τοῦ θῆτα. σὺ δέ μοι τούτων μάνθανε τοὺς λόγους τῆς αἰτίας. δασέα μὲν τυγχάνουσιν ὅσα μετὰ δασέος ἐκφέρεται τοῦ πνεύματος· ἐκ γὰρ ῥήματος «σεύω» καὶ τοῦ «δα» ἐπιτατικοῦ τὴν σύνθεσιν λαμβάνει, ἤτοι τὰ ἄγαν τρέχοντα, «σεύω» γὰρ ἦν τὸ τρέχω. ἡ προφορὰ γὰρ κάτωθεν στοιχείων τῶν δασέων· τῶν δὲ ψιλῶν ἐκφώνησις ὡς ἀπεψιλωμένη, ἐξ ἄκρων γὰρ προφέρεται τὰ τρία τῶν χειλέων· τὰ μέσα μέσον πνεύματος τὴν ὁρμὴν προσλαμβάνει. Αὕτη ἐξήγησις κοινὴ καὶ καθωμιλημένη, μάνθανε δὲ τὴν κρείττονα καὶ πολλοῖς κεκρυμμένην. ἄτρεπτα μὲν τυγχάνουσιν ἐν λόγῳ τὰ δασέα, οὐ γὰρ τραπείη τὸ δασὺ δασείας συναφθείσης. «ὄρνυσθ' ἱππόδαμοι», φησίν, «ἀμφ' ἅλα ἔλσαι νῆας», «σὺ δ' ἔχ' ἡνία, κράτιστε», ἐπικῶς εἰρημένα· ἄτρεπτα γὰρ μεμένηκε τὰ τρία σοι δασέα. τὰ δὲ ψιλά, οἷα ψιλά, τρέπεται τῇ δασείᾳ· «ὣς ἔφαθ', οἱ δ' ἄρ' ἅπαντες»· «αὐτίχ' ὁ μὲν χιτῶνα»· «σὺ δέ μοι εἴφ' ὅπῃ τὴν ναῦν»· ὁρᾷς πῶς καὶ τὰ τρία ψιλά σοι παρετράπησαν δασείας συναφθείσης; βλέπε καὶ τὴν μεσότητα τῶν ἑτέρων στοιχείων, πῶς ἔχουσι δασύτητος ψιλότητος ἐν μέσῳ. ἐπικρατέστερα καὶ γὰρ τῶν ψιλῶν πέφυκέ πως, μηδὲν παρατρεπόμενα δασείας ἐπηγμένης, ὥσπερ «οὐδ' οἵ γ' ὡρμήθησαν» καὶ «λάβ' ἡνία», πάλιν «ὅ γ' ὣς εἰπών»· καὶ μένουσιν ἄτρεπτα τὰ στοιχεῖα. ἐντεῦθεν ἰσχυρότερα τῶν ψιλῶν σοι τὰ μέσα· ὅρα πῶς ἀσθενέστερα τυγχάνει τῶν δασέων. τὰ μὲν δασέα, δέσποτα, τὰ πρὸ αὐτῶν ψιλοῦσιν ὡς εὐσθενῆ καὶ δυνατά, «Ὀθρύς», «ὀφρῦς» καὶ «Ὦχος»· τὰ μέσα δὲ οὐ δύναται ὡς ἐλαττότερά πως, «Ἅδωνις», «ἥδη», «ἡγεμὼν» πάντα δασύνεταί πως. Πῶς δ' ἕκαστον ἀφώρισται μέσον τούτων δεικτέον. τοῦ πῖ καὶ φῖ καὶ γάρ ἐστι τὸ βῆτα μέσον, ἄναξ, συγγένεια καὶ γάρ ἐστι τοῦ βῆτα πρὸς ἐκεῖνα. ὅσα γὰρ ἔχουσι τὸ πῖ καὶ τὸ φῖ καὶ τὸ βῆτα ἐν ῥήμασι λεγόμενα, «λείβω», «τέρπω» καὶ «γράφω», εἰς ψῖ γράφει τὸν μέλλοντα, «λείψω», «τέρψω» καὶ