15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἀνθρωπίνῃ οὐσίᾳ ἀτομωθείσῃ συνελη λυθυίας, οὐκ ἄλλο τι γέγονεν ἀπὸ τῆς ἀρρήτου ταύτης μίξεώς τε καὶ κράσεως, ἀλλὰ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις τὸ ἀσύγχυτον ἔχουσιν. Ἵνα δὲ καὶ πρὸς παράδειγμα βλέπωμεν, ὁ καθ' ἕκαστον ὑποκείσθω ἄνθρωπος, εἰς οὗτινος ὑπόστασιν σῶμα συνελήλυθε καὶ ψυχή, ἀλλ' οὐκ ἄλλο τι παρὰ ταῦτα ὁ μερικὸς ἄνθρωπος. πλὴν μέχρι τούτου στήτω ἡμῖν τὸ παράδειγμα· προσωτέρω γὰρ χωρῶν πολλὴν εὑρήσεις διαφοράν. ἐπὶ μὲν γὰρ τοῦ μερικοῦ ἀνθρώπου ἰδιαζόντως τὸ σῶμα καὶ ἡ ψυχὴ λέγεται, καὶ οὔτε ἡ ψυχὴ σῶμα ἂν κληθείη ποτὲ οὔτε τὸ σῶμα ψυχὴ προσαγορευθείη· ἐπὶ δὲ τῆς τοῦ θεοῦ καθ' ἡμᾶς ὑποστάσεως καὶ τὸν θεὸν θαρρούντως ἂν εἴπῃ τις ἄνθρωπον καὶ τὸν ἄνθρωπον θεόν, μεταχω ρούντων ἀλλήλοις τῶν ὀνομάτων καὶ ἀντιδιδομένων κατὰ τὴν ἄρρητον συμφυΐαν καὶ σύγκρασιν. καὶ τῶν μὲν μερικῶν ἀνθρώπων ἔστι τι κοινὸν εἶδος, διὸ ἀπαράλλακτα κατὰ τοῦτο τὰ μερικὰ λέγονται· οἱ γὰρ κατὰ μέρος ἄνθρωποι τοῖς χαρακτῆρσι διεστηκότες τὴν ἀπαραλλαξίαν κατὰ τὸ εἶδος ἔχουσι. τῆς δὲ θείας ἐκείνης τῶν φύσεων ὑποστάσεως οὐκ ἔστι τι κοινὸν ὄνομα Χριστὸς ὀνομαζόμενον, ὥσπερ ἐφ' ἡμῶν ἄνθρωπος, ὅτι μηδὲ πολλοὶ οὕτως Χριστοί, ἀλλ' εἷς, «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», τῇ θεότητι μίξας τὴν ἀνθρωπότητα. Εἰ δέ τις τὰ τοῦ Νεστορίου φρονῶν ἀπαντήσει πρὸς ἡμᾶς ὡς, εἰ ἐκ δύο φύσεων ὁ ἄνθρωπος σύγκειται, τοῦτον δὲ ὁ θεὸς προσελάβετο, ἑτέρα παρὰ τοῦτον φύσις τυγχάνων, διὰ τί μὴ ἐκ τριῶν φύσεων δοξάζετε τὸν Χριστόν, δύο μὲν τῶν τοῦ ἀνθρώπου, ψυχῆς φημι καὶ σώματος, μιᾶς δὲ τῆς οἰκείας; ἐκεῖνο πρὸς αὐτὸν λέγετε· ὦ λῷστε, τὰ ἑνούμενα ἐκ τῶν προσεχῶν ἑνοῦσθαι λέγεται, ἀλλ' οὐχὶ τῶν πόρρω. διὰ τί γὰρ καὶ αὐτὸς μὴ τὸν ἄνθρωπον ἐκ πέντε λέγεις συγκεῖσθαι καί, τό γε ἀληθέστερον, ἐξ ἑπτά, μιᾶς μὲν τῆς ψυχῆς, τεσσάρων δὲ τῶν στοιχείων τοῦ σώματος, καὶ ἔτι ὕλης καὶ εἴδους τῶν πορρωτέρω; καὶ ἡμεῖς μὲν τὸν Χριστὸν ἐκ δύο φύσεων δογματίζοντες, ὡς μίαν φύσιν τὸν ἄνθρωπον προσλαμβάνομεν, πρὸς τὸ προσεχὲς ἀφορῶντες καὶ οὐ πρὸς τὰς φύσεις, ἐξ ὧν ἐκεῖνος συνέστηκεν. εἰ δὲ καὶ πρὸς ταύτην λυττᾷ τὴν ἐπίλυσιν, καὶ ἑτέραν προσ θείη, ὡς ὁ ἄνθρωπος ἢ μερικός ἐστιν ἢ καθόλου, ἡμεῖς δέ φαμεν τὸν καθόλου ἄνθρωπον ἀνειληφέναι τὸν κύριον, ὃς δὴ καὶ ἀσύνθετός ἐστι καὶ διὰ τοῦτο μία φύσις λεγόμενος. Ἐπεὶ οὖν ἄρρητος ἡ ἕνωσις γέγονε καὶ ἀρρητοτέρα ἡ τῶν φύσεων μεταχώρησις, τὴν τοιαύτην ἀπορρήτως μετάβασιν ἀντίδοσιν ὁ μελῳδὸς ὀνομάσας, ὡς ἐκ προσώπου τοῦ καθ' ἡμᾶς ὑποστάντος θεοῦ, τοῦ ἑνὸς προσώπου φημί, τὴν θαυμασίαν ταύτην ᾠδὴν ἀναβάλλεται, «ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ τῆς ἀντιδόσεως ἡ φύσις ἡ ἑνωθεῖσά μοι», τὰς Νεστορίου καὶ Εὐτυχοῦς δόξας εὐθὺς ἀναιρῶν. ὁ μὲν γὰρ Νεστόριος, τὴν ὑπόστασιν δεχόμενος τῆς σαρκός, φαντασιοῦσθαι ἐν αὐτῇ τὸν θεὸν ἔλεγεν· Εὐτυχὴς δέ, τὸν θεὸν φάσκων ἀληθῶς γεγενῆ σθαι, φαντάσαι τὴν σάρκα δυσσεβῶς ἐδογμάτιζεν. Ἀλλ' ἐπειδὴ πάντῃ ἄτοπος ἡ τοῦ Εὐτυχοῦς αἵρεσις (πῶς γὰρ σῶμα παχυμερές τε καὶ διεστηκός, ὕπνῳ τε δουλεῦον καὶ πάθεσι τοῖς ἀδιαβλή τοις, ἱδρῶτί τε ῥαινόμενον καὶ ποτὲ μὲν ἐμβριμώμενον, ποτὲ δὲ εἰς ἱλαρότητα διαχεόμενον, ἐν φαντασίᾳ ἂν λογισθείη καὶ οὐκ ἀληθείᾳ καὶ ὑποστάσει;), ἐντεῦθεν ὁ μελῳδὸς τὸν ὕμνον ποιούμενος, φησίν, αὐτῷ δὴ τῷ θεῷ τοὺς λόγους περιτιθέμενος, ὅτι ὥσπερ δὴ θεὸς ὢν κατ' οὐσίαν ἄνθρωπος γέγονα τέλειος «οὐσίᾳ, οὐ φαντασίᾳ», τουτέστιν ὑπάρξει (οὕτω γὰρ ἐνταῦθα τὴν οὐσίαν ἀκουστέον καὶ οὐ κατὰ ψιλὴν ἔλλαμψιν, ἵνα μὴ σχετικὴ νομισθείη ἡ ἕνωσις), οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι σὰρξ θεὸς γέγονε τέλειος κατὰ τὸν τρόπον τῆς ἀντιδόσεως. ἀντίδοσις δέ ἐστιν ἡ τῶν φύσεων πρὸς ἀλλήλας ἀντιπεριχώρησις καί, ὡς ἄν τις εἴπῃ, ἀμοιβή τις καὶ μετάδοσις· ὥσπερ γὰρ