28
καὶ παραινεῖ μὲν τῷ δικαίῳ θεὸν ἱκετεύειν, πειρᾶται δὲ διὰ φυσικῶν παραδειγμάτων αὐτὸν πείθειν, ὡς δι' ἁμαρτίας πάντως αἱ κολάσεις ἐπιφέρονται. πέπονθε δὲ καὶ αὐτὸς τὴν ὁμοίαν πλάνην τῷ Ἐλιφάζ, τὴν ὑπὲρ θεοῦ δῆθεν καὶ αὐτὸς συνηγορίαν ἀναδεξάμενος. ἢ οὖν διὰ τοῦτο τῶν παίδων ἐμνήσθη, ἢ ὡς μηδὲν ἔχων φανερὸν ἁμάρτημα λέγειν κατὰ τοῦ Ἰὼβ ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετήγαγεν· πλὴν οὐδὲ αὐτὸν ἀθῷον ἀφῆκεν πειρώμενος δεικνύναι, μὴ τοῖς εὐσεβέσιν ἀλλὰ τοῖς ἀδίκοις τὰς κολάσεις ἀκολουθεῖν. 83 Αἱ λέξεισ 8, 23 μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός σου. μὴ ὁ κύριος ἀδικήσει κρίνων, ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὡς φλυαρήσαντα μέμφεται τὸν Ἰὼβ καὶ οἴεται αὐτὸν ἐπιστομίζειν ἐκ τῆς τοῦ θεοῦ δικαιοκρισίας. οὐδὲ γὰρ ὁ τὰ πάντα, φησίν, ποιήσας εὐκόσμως καὶ ἐναρμονίως ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα. ἠρέμα οὖν αὐτὸν πλήττει ὡς κατὰ τὸ δίκαιον καὶ δι' ἁμαρτίας ὑπομένοντα. 8, 4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. εἰ γὰρ τὰ τέκνα σου, φησίν, ἥμαρτον, οὐ δικαίως ἐτιμωρήθησαν; τὸ δὲ ἐναντίον αὐτοῦ διὰ τὸ μηδὲν λανθάνειν τὸν θεὸν εἶπεν. ἐν χειρὶ δέ· ἐν τῇ πράξει, ἵνα εἴπῃ, ὅτι κατὰ τὰς ἑαυτῶν πράξεις ἀπέλαβον. 8, 57 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ὑπακούσεταί σου. ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. συμβουλεύω σοι τοίνυν, φησίν, δέεσθαι τοῦ θεοῦ μετὰ σπουδῆς, παντὸς προτιμοτέραν τὴν ἱκεσίαν ποιούμενον· τὸ γὰρ ὄρθριζε τοῦτο δηλοῖ. καὶ εἰ ὄντως ἀληθινὸς εἶ καὶ οὐκ ἐπίπλαστος, ἀποκαταστήσει σοι βίον καὶ διαγωγὴν πρέπουσαν δικαίῳ, ἵνα οὕτως εὖ πράξῃς, ὡς ὀλίγα σου νομισθῆναι τὰ πρότερον ἀγαθά. κατανόει δέ, ὡς οἴεται ὁ Βαλδὰδ ἐν μέρει εὐλογίας κεῖσθαι τοῖς 84 δικαίοις τῶν ἐν τῷδε τῷ βίῳ ἀγαθῶν τὴν ἀπόλαυσιν. 84 8, 89 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. ζήτησον γάρ, φησίν, τὰ παλαιότερα καὶ ἀνερεύνησον τὰ ἐπὶ τῶν πατέρων· ἡμεῖς γὰρ χθὲς καὶ πρώην γεγόναμεν, καὶ ὅλος ἡμῶν ὁ βίος ὡς σκιὰ παρατρέχει, καὶ διὰ τὸ τοῦ βίου ὀλιγοχρόνιον οὐδὲ τὰ πολλὰ γνῶναι δυνάμεθα. 8, 10 ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα; οἱ πατέρες, φησίν, σὲ διδάξουσι καὶ δι' ὧν ἔπραξαν καὶ δι' ὧν ἐλάλησαν. τί δὲ λέγει, ὅτι διδάξουσί σε οἱ πατέρες; εὔδηλον, ὅτι διὰ τὰς ἁμαρτίας αἱ τιμωρίαι, καὶ ὅτι οὐ δυνατὸν εὐθηνίαν ἀδίκων κρατύνεσθαι. 8, 1112 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη ξηρανθήσεται. ὥσπερ, φησίν, οὐκ ἐνδέχεται πάπυρον ἢ βούτομον αὔξεσθαι ἢ θερίζεσθαι τῆς τοῦ ὕδατος ἰκμάδος μὴ ἀπολαύσαντα, ἀλλὰ καὶ πᾶσα βοτάνη μὴ ἀρδευομένη ξηραίνεται, οὕτως ἄνευ εὐσεβείας ἀμήχανον ἀνθρώπῳ εὐθηνίαν διαμεῖναι. διὸ καὶ ἐπάγει· 85 8, 1314 οὕτω τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. τὸν αὐτὸν τοιγαροῦν τρόπον οὐ μέχρι τέλους ἡ τῶν ἀσεβῶν εὐημερία διαμένει, ἀλλὰ δίκην ἀράχνης διαλύεται πάσης αὐτοῦ τῆς εὐπραγίας ἀφανιζομένης. ἴχνη δὲ τὰς πορείας, τὰς ὁδούς φησιν, ἵνα εἴπη, ὅτι πανέστιος ἀπόλλυται· τοῦτο γὰρ σημαίνει τὸ ἀοίκητος αὐτοῦ ὁ οἶκος. 8, 15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ. ἐὰν γὰρ ὡς οἷόν τε ἀσφαλῶς δόξῃ πράττειν καὶ ἑδραίως τὰ καθ' ἑαυτὸν διατίθεσθαι, ἐπιλάβηται δὲ αὐτοῦ ὁ θεόςἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περιδράξηται, οὐ μὴ ὑπομείνῃ. 8, 16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. ὡς γὰρ πάπυρος, φησίν, καὶ βούτομον, κἂν ἰκμάδα ἔχωσιν ὕδατος, ἡλιακοῦ καύσωνος ἐπιπεσόντος ἀποξηραίνονται καὶ αἱ παραφυάδες αὐτῶν σήπονταιτοῦτο γάρ φησι τὸ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται, οὕτω