ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος «τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». 20.17.n Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω. 20.17.135 Ἐπείπερ οἱ τὰς φύσεις εἰσάγοντες χρῶνται τῷ ῥή ματι τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ 20.17.136 ὑμῶν ἦν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς· ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός· 20.17.137 «Σαούλ, Σαούλ, τί με διώκεις;» εἰ μὲν οὖν ἀληθὲς τὸ «Εἰ ὁ θεὸς «πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ», δῆλον ὅτι καὶ τὸ τούτῳ ἀντί στρεφον ἐστὶν ὑγιές· «εἰ μὴ ἠγαπᾶτέ με, οὐχὶ ὁ θεὸς πατὴρ ὑμῶν «ἦν». οὐκοῦν τῶν μὴ ἀγαπώντων τὸν Ἰησοῦν οὐκ ἔστιν ὁ θεὸς πατήρ· Παῦλος δὲ ἦν ὅτε οὐκ ἠγάπα τὸν Ἰησοῦν, ἦν ἄρα καιρὸς ὅτε 20.17.138 ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν. οὐ φύσει ἄρα Παῦλος θεοῦ υἱὸς ἦν, ἀλλ' ὕστερον γέγονεν θεοῦ υἱός, ὅτε καὶ ὑγιῶς ἂν προσελάβομεν τὸ ἀκόλουθον τῷ ἡγουμένῳ τοῦ συνημμένου λέγοντος ὅτι "7ἀλλὰ μὴν ὁ 20.17.139 θεός, ὦ Παῦλε, πατήρ σού ἐστιν, ἀγαπᾷς ἄρα τὸν Ἰησοῦν"7. ἀλλὰ καὶ πρὸ τῶν χρόνων τῆς πίστεως Παύλου ἀληθοῦς ὄντος τοῦ «Εἰ ὁ θεὸς «πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ» ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέ γοντα τὸν Ἰησοῦν· "7ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ θεὸς πατήρ 20.17.140 σού ἐστιν, ὦ Παῦλε"7. πότε δὲ ὁ θεὸς πατὴρ γίνεταί τινος ἢ ὅταν τηρήσῃ τις τὰς ἐντολάς, δι' ἃς οὐ πρότερον ὤν τις υἱὸς τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός, ὅτε καὶ ὁ πατὴρ εἰς ἀναγέννη σιν ἄγων τοῦτον, ὃς υἱὸς αὐτοῦ γίνεται, χρηματίζει τοιούτου πατήρ. 20.17.141 ἔστιν δὲ προσαχθῆναι εἰς ταῦτα ἀπὸ τῶν οὕτως ἐν τῷ κατὰ Ματ θαῖον εὐαγγελίῳ γεγραμμένων· «Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις 20.17.142 «τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. ἐγὼ δὲ λέγω ὑμῖν· «Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόν «των ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς». 20.17.143 πρόσχες γὰρ τῷ «Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐ «ρανοῖς» ἐμφαίνοντι ὅτι οὐ πρότερόν τις ὢν υἱὸς τοῦ ἐν οὐρανοῖς 20.17.144 πατρὸς γίνεται αὐτοῦ υἱός. ἐπιμελῶς δὲ τηρήσας καὶ περὶ τοῦ προσκειμένου τῷ «Τοῦ πατρός», ὅπερ ἐστίν, «Ὑμῶν» (γέγραπται γάρ· «Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν»), ζητήσεις πότερον ἁπλού στερον εἴρηται, ἢ τῶν ἀντιγράφων ἡμαρτημένων πρόσκειται τὸ «Ὑμῶν» (οὐδὲν γὰρ ἂν ἐζητήσαμεν, εἰ ἐγέγραπτο· «ὅπως γένησθε «υἱοὶ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς»), καὶ μάλιστα ἐπεὶ δοκεῖ μάχην περιέχειν τὸ γίνεσθαι υἱόν τινα, οὐχ ἁπλῶς τοῦ ἐν οὐρανοῖς πατρός, 20.17.145 ἀλλὰ τοῦ ἰδίου πατρός. εἰ μὲν γὰρ αὐτοῦ πατήρ ἐστιν, οὐχ ὕστερον γίνεται αὐτοῦ υἱός· εἰ δὲ γίνεται αὐτοῦ υἱός, οὐκ ἦν αὐτοῦ πατήρ. 20.17.146 ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς, μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ' ἐξαίρετον κατορθού 20.17.147 μενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα. πολλῶν γοῦν ἐν τῷ κατὰ Ματθαῖον εἰρημένων παρατήρει <ὅτι> τὸ «Ὅπως γένησθε υἱοὶ «τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς», ἐπιφέρεται τῷ «Ἐγὼ δὲ «λέγω ὑμῖν· Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ 20.17.148 «τῶν διωκόντων ὑμᾶς». καὶ γὰρ ἐμφαίνεται ἡ πρὸς θεὸν ὁμοιότης καὶ μίμησις αὐτοῦ ἀγαπῶντος τὰ ὄντα πάντα καὶ μηδὲν βδελυσσομένου ὧν ἐποίησεν καὶ φειδομένου πάντων (ἐπείπερ αὐτοῦ τοῦ φιλοψύχου δεσπότου ἐστὶν τὰ πάντα) ἐν τῷ ἀγαπῶντι τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ 20.17.149 προσευχομένῳ ὑπὲρ τῶν διωκόντων αὐτόν. πῶς δ' ἂν ἁρμοστὸν ἦν ἐπιφερόμενον τὸ «Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐ «ρανοῖς» τῷ «Ἐρρέθη· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ «βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ «καρδίᾳ αὐτοῦ», καὶ τοῖς περὶ τῆς ἀπωλείας ἑνὸς τῶν μελῶν ὑπὲρ 20.17.150 τοῦ μὴ ὅλον εἰς γέενναν ἀπελθεῖν τὸ σῶμα; ἀλλὰ καὶ εἰ * * ἐπεφέ ρετο τῷ «Ἐρρέθη τοῖς ἀρχαίοις·