καὶ τέραι ψεύδου καὶ ἐν πάῃ ἀπάτῃ ἀδικία. καὶ εἰ πείσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον ἐροῦντα ἐν αὐτῷ τάδε λέγει Κύριο, ὥστε καὶ ὑπολαβεῖν τινα ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ' ἂν ποιήσαι οὐχ ὡς αἷμα καὶ σὰρξ ἢ ἀνθρώπινο πειραμὸ παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· διόπερ οὐδαμῶς δοτέον <τόπον> τῷ διαβόλῳ. ἐρεῖ δέ τις τὸ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς λέγεσθαι ἵνα διδασκώμεθα μηδὲ τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματο ἔρχεσθαι τῆ αρκὸ ἡμῖν ἁμαρτήματα πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ' ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρωτας καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων πνεύματι πορνεία ἐπλανήθηαν. τὸ δ' ὅμοιον εἰπεῖν καὶ περὶ ἄλλων δαιμόνων θυμὸν καὶ ὀργὴν ἐμποιούντων, οὓς ἀνακαλοῦντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχ<όν> τινα ποιεῖν. τὸ μισεῖν δὲ οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν ὅτε μισοῦμεν δαιμόνων· καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκευάσει. ἐπεὶ οὖν βούλεται, φησίν, ἡμᾶς ὁ ἀπόστολος διδάξαι οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαιῶν ὠφελημένος γραφῶν ὁ Παῦλος ταῦτά φησιν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν, οἷον τοῦ ∆αβὶδ πρὸς τὸν Γολιὰθ καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους ἢ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένων ἢ περιγινομένων. ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας, καὶ κοσμοκράτορας τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα τὸν ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν ἐν οἷ περιεπατήατέ ποτε κατὰ τὸν αἰῶνα τοῦ κόμου τούτου, κατὰ τὸν ἄρχοντα τῆ ἐξουία τοῦ ἀέρο, τοῦ πνεύματο τοῦ νῦν ἐνεργοῦντο ἐν τοῖ ἀπειθεία. ἔοικεν γὰρ ὁ περικεχυμένος ἡμῖν ἀὴρ πεπληρῶσθαι δυνάμεων ἀντικειμένων. 34 Eph. vi13 ἵνα δυνηθῆτε ἀντιστῆναι, φησί, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. [Ὠριγένης] ὁ ἀντιστῆναι ζητῶν ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ ἣν ἐξέθετο ὁ ἀπόστολος, δι' ἣν ὁ ἐξ ἐναντία ἐντραπήεται οὐδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγορο τῶν ἀδελφῶν ἡμῶν καὶ ἀπατῶν ὡς ἰδίους καὶ τῆ μερίδο αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ τὸν ἐνεστῶτα αἰῶνα εἶναι πονηρὰν ἡμέραν. τρίτος δὲ παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τις λόγος λέγων μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας. [vi 14] στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται ἔτωαν αἱ ὀφύε ὑμῶν περιεζωμέναι. τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα καὶ μηκέτι αὐτῇ ὑπηρετῶν ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφὺν ζώννυται. [vi 14] καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. ὥσπερ δυσπαθέστερός ἐστιν βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ καιριώτερα δυσπαθέστερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος οὐκ ἂν τρωθείη οὔτε ὡ ἔλαφο τοξεύματι πεπληγὼ εἰ τὸ ἧπαρ, οὔτε γὰρ εἰς θυμὸν οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸ τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ, ὅστις ἑκάστῳ τῶν ἁ<γ>ίων κατασκευάσα<ς> δίδωσι τὴν πανοπλίαν. [vi 15] καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. παρατήρει ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν, οἷς οἱονεὶ ὁδεύομεν βαδίζοντες τὸν εἰπόντα ἐγώ εἰμι ἡ ὁδό,