(ἀδελφοὶ δὲ ἤστην οὗτοι, καὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν καταδικασάμενον αὐτοὺς ἀπειλήσας καὶ τὴν ἐπ' αὐτοὺς θανατηφόρον ἀνασωσάμενος ψῆφον, καθαροὺς ἀπολύει τῶν ἐπικληθέντων. Ὁ δὲ Ἀέτιος τοὺς μεθ' ἑαυτοῦ συναναλαβὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπαίρει, κἀκεῖ συνῆν Εὐνομίῳ τε καὶ Φλωρεντίῳ. καὶ μετ' οὐ πολὺ χρόνον τελευτᾷ, Εὐνομίου τό τε στόμα συνελόντος καὶ τοὺς ὀφθαλμοὺς τοῖς δακτύλοις περιστείλαντος, καί γε καὶ τὴν ἄλλην κηδείαν μετὰ τῶν ὁμοφρόνων τελεσαμένου πρὸς τὸ λαμπρότατον. 9.7 Ὅτι κατὰ Μαρκιανούπολιν Εὐδοξίου συνδιατρίβοντος τῷ Οὐάλεντι, ὁ ἐν Κωνσταντινουπόλει κλῆρος ψηφίζονται ταύτης ἀπελαύνεσθαι τὸν Ἀέτιον. ὁ δὲ τὴν Καλχηδόνα καταλαβών, γράφει τὸ συνενεχθὲν Εὐδοξίῳ. ὁ δὲ οὐ μόνον οὐκ ἀπεστράφη τοῖς γεγραμμένοις, ἀλλ' ὅτι μὴ καὶ μείζω πάθοι δυσχεραίνων ἐπεδείκνυτο. 9.8 Ὅτι συκοφαντοῦσι, φησίν, Εὐνόμιον ἐν τῷ οἰκείῳ ἀγρῷ κατακρύψαι τὸν Προκόπιον τὴν τυραννίδα παλαμώμενον. καὶ μόλις αὐτὸς τὰς διαβολὰς καὶ τὸν ἐκεῖθεν διεκρούσατο θάνατον. ὑπερόριος δ' οὖν εἰς τὴν Μαυρουσίδα γῆν ἐκπέμπεται, Αὐξονίου τοῦ τῶν πραιτωρίων ἐπάρχου τὴν φυγὴν αὐτῷ ἐπιβαλόντος. ἀλλ' ὁ μὲν χειμῶνος ὄντος ἐπήγετο· κατὰ Μοῦρσαν δὲ τῆς Ἰλλυρίδος φθάσας, ἧς ἐπίσκοπος ἐτύγχανέ τις Οὐάλης, δεξιώσεώς τε πολλῆς ἀπολαύει καὶ τῆς ὑπερορίας ἀνακομίζεται, πρὸς τὸν βασιλέα παραγεγονότος τοῦ Οὐάλεντος σὺ ∆ομνίνῳ (τῆς Μαρκιανουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν) καὶ τὰ κατ' αὐτὸν δεινοπαθῶς ἀναδιδαξάντων. Ὥρμησε δὲ ὁ βασιλεὺς εἰς ὄψιν μετὰ τὴν ἀνάκλησιν Εὐνομίῳ ἐλθεῖν, ἀλλ' ὁ Εὐδόξιος τέχναις τὴν θέαν ἐπέχει. μετὰ τοῦτο δὲ εἰς Νίκαιαν ἀφικόμενος ἐπίσκοπον αὐτῇ καθιδρῦσαι (ἐτεθνήκει γὰρ Εὐγένιος ὁ ταύτην ἐφορεύων), πρὶν ἢ πέρας ἐπιθεῖναι τῇ βουλῇ τὸν βίον ἐκλείπει. καὶ μετάγεται ∆ημόφιλος ἀπὸ Βερροίας ἐν Κωνσταντινουπόλει, Οὐάλεντος τοῦ βασιλέως συνοδικὴν ὑποκριναμένου ψῆφον. 9.9 Ὅτι, φησίν, ἐν Βορισσῷ (κώμη δὲ τῆς δευτέρας Καππαδοκίας τὸ χωρίον) πρεσβύτερος Ἀνύσιος ᾤκει, υἱοὺς μὲν τέσσαρας ἔχων, θυγατέρα δὲ μίαν, ἧς Εὐλάμπιος μὲν ἡ ὀνομασία, Φιλοστόργιον δὲ ἐγείνατο τὸν ταῦτα γεγραφότα. ὁ δὲ ταύτης ἀνήρ, Καρτέριος ὄνομα, τὴν Εὐνομίου δόξαν ἐτίμα. καὶ πείθει τὴν γυναῖκα πρὸς τὴν αὐτοῦ μετατάξασθαι γνώμην· καὶ γὰρ ἐκ πατρὸς καὶ μητρὸς αὕτη τὸ ὁμοούσιον ἔστεργεν. ἡ δὲ πεισθεῖσα τοὺς ἀδελφοὺς συνεφέλκεται, εἶτα κατὰ μέρος καὶ τὸν πατέρα καὶ τοὺς ἄλλους οἰκείους. 9.10 Ὅτι ∆ημόφιλος, φησί, ἐγκαθίσταται τῇ Κωνσταντινουπόλει ὑπὸ Θεοδώρου μάλιστα τοῦ Ἡρακλείας ἐπισκόπου. ἐδόκει γὰρ τὸ προνόμιον οὗτος ἔχειν τῆς τοιαύτης ἱερουργικῆς ἐνεργείας. πολλοὶ δὲ τοῦ παρόντος ὄχλου ἐν τῇ τοῦ ∆ημοφίλου καθιδρύσει ἀντὶ τοῦ «ἄξιος» ἀνεβόων τὸ «ἀνάξιος». 9.11 Ὅτι μετὰ Αὐξόνιον Μόδεστος ἔπαρχος καταστάς, καὶ ἀπεχθῶς, φησίν, ἔχων πρὸς Εὐνόμιον, ἐρήμην αὐτοῦ κατεδικάσατο, ὡς τὰς ἐκκλησίας καὶ τὰς πόλεις ἐκταράσσοντος· καὶ εἰς Ναοξίαν αὐτὸν φυγαδεύει τὴν νῆσον. 9.12 Ὅτι Μάζακα τὸ πρῶτον ἐκαλεῖτο ἡ Καισάρεια, ἀπὸ Μοσὸχ τοῦ Καππαδοκῶν γενάρχου ἑλκυσαμένη τὸ ὄνομα· τοῦ χρόνου δὲ πορευομένου κατὰ παρέγκλισιν ἤδη Μάζακα προσωνόμασται. 9.13 Ὅτιπερ Εὐνομίου, φησί, λιπόντος τὴν Κύζικον οὐδεὶς τέως ἀντικατέστη ἐπίσκοπος. ∆ημόφιλος δὲ σὺν ∆ωροθέῳ καί τισιν ἄλλοις ἀφικόμενος ἐγκαταστῆσαι, οὐδὲν περαίνειν ἠδύνατο διὰ τὸ τοὺς ἐν αὐτῇ τὸ κατ' οὐσίαν ὅμοιον ἐκ τῶν Ἐλευσίου διδαγμάτων τὴν δόξαν κρατύνοντας πρεσβεύειν εἰς τὸ ἀμετάθετον. ∆ημοφίλου δὲ καὶ τῶν σὺν αὐτῷ τὴν τῶν Κυζικηνῶν ἀναδεξαμένων πρόκλησιν καὶ τὸν Ἀέτιον καὶ Εὐνόμιον ἀναθεματισάντων (τοῦτο γὰρ ἦν ἡ πρόκλησις) Ἀνόμοιόν τε τὸν Εὐνόμιον δημοσίοις καὶ λόγοις καὶ γράμμασιν ἀνακηρυξάντων, καὶ τὴν πίστιν αὐτῶν καὶ δὴ καὶ τοὺς παραδεχομένους αὐτῶν τὰ μαθήματα ὑπὸ τὴν αὐτὴν ἀρὰν ποιησαμένων, ὑφίστανται τὴν χειροτονίαν, οὐχ ἕτερόν τινα ταύτην ὑπελθεῖν ἀνασχόμενοι, ἀλλ' ὃν