ἡνῶσθαι τῶν ὄντων μᾶλλον ὑφέστηκε. πάντα οὖν τὰ θεῖα γένη συνδέδεται ταῖς οἰκείαις μεσότησι, καὶ οὐκ ἀμέσως ἐπὶ τὰς διαφερούσας πάντῃ προόδους χωρεῖ τὰ πρῶτα, ἀλλὰ διὰ τῶν ἑκατέροις κοινῶν γενῶν, ἀφ' ὧν τε πρόεισι καὶ ὧν ἐστιν ἀμέσως αἴτια· ταῦτα γὰρ συνάγει τὰ ἄκρα κατὰ μίαν ἕνωσιν, τοῖς μὲν ὑπεστρωμένα συμφυῶς, τῶν δὲ ἐξῃρημένα προσεχῶς, καὶ τὴν εὔτακτον διαφυλάττει τῶν θείων ἀπογέννησιν. 133 Πᾶς μὲν θεὸς ἑνάς ἐστιν ἀγαθουργὸς ἢ ἀγαθότης ἑνοποιός, καὶ ταύτην ἔχει τὴν ὕπαρξιν καθόσον ἕκαστος θεός· ἀλλ' ὁ μὲν πρώτιστος ἁπλῶς τἀγαθὸν καὶ ἁπλῶς ἕν, τῶν δὲ μετὰ τὸν πρῶτον ἕκαστος τὶς ἀγαθότης ἐστὶ καὶ τὶς ἑνάς. ἡ γὰρ ἰδιότης ἡ θεία διέστησε τὰς ἑνάδας καὶ τὰς ἀγαθό τητας τῶν θεῶν, ὥστε ἕκαστον κατά τι τῆς ἀγαθότητος ἰδίωμα πάντα ἀγαθύνειν, οἷον τελεσιουργεῖν ἢ συνέχειν ἢ φρουρεῖν· τούτων γὰρ ἕκαστον τὶ ἀγαθόν ἐστιν, ἀλλ' οὐ πᾶν τὸ ἀγαθόν, οὗ τὴν ἑνιαίαν αἰτίαν τὸ πρῶτον προεστήσατο· διὸ καὶ τἀγαθόν ἐστιν ἐκεῖνο, ὡς πάσης ἀγαθότητος ὑποστατικόν. οὐδὲ γὰρ αἱ πᾶσαι τῶν θεῶν ὑπάρξεις ἅμα παρισοῦνται τῷ ἑνί· τοσαύτην ἐκεῖνο πρὸς τὸ πλῆθος τῶν θεῶν ἔλαχεν ὑπερβολήν. 134 Πᾶς θεῖος νοῦς νοεῖ μὲν ὡς νοῦς, προνοεῖ δὲ ὡς θεός. τοῦ μὲν γὰρ νοῦ τὸ γινώσκειν τὰ ὄντα καὶ ἐν νοήσεσιν ἔχειν τὸ τέλειον ἐξαίρετόν ἐστι· τοῦ δὲ θεοῦ τὸ προνοεῖν καὶ ἀγαθῶν πάντα πληροῦν. ἡ δὲ μετάδοσις αὕτη καὶ ἡ πλήρωσις δι' ἕνωσιν γίνεται τῶν πληρουμένων πρὸς τὰ πρὸ αὐτῶν· ἣν καὶ ὁ νοῦς μιμούμενος εἰς ταὐτὸν ἔρχεται τοῖς νοητοῖς. ᾗ οὖν προ νοεῖ, θεός, ἐν τῇ πρὸ νοῦ ἐνεργείᾳ τῆς προνοίας ἱσταμένης. διὸ καὶ πᾶσι μὲν ἑαυτοῦ μεταδίδωσιν ὡς θεοῦ, οὐ πᾶσι δὲ πάρ εστιν ὡς νοῦς· καὶ γὰρ ἐφ' ἃ τὸ νοερὸν ἰδίωμα μὴ πρόεισιν, ἐπὶ ταῦτα φθάνει τὸ θεῖον. καὶ γὰρ τὰ μὴ νοοῦντα προνοεῖσθαι βούλεται καὶ ἀγαθοῦ τινος μεταλαγχάνειν· τοῦτο δὲ διότι νοῦ μὲν οὐ πάντα ἐφίεται, οὐδὲ οἷς μετασχεῖν δυνατόν, τοῦ δὲ ἀγαθοῦ πάντα ἐφίεται καὶ σπεύδει τυχεῖν. 135 Πᾶσα θεία ἑνὰς ὑφ' ἑνός τινος μετέχεται τῶν ὄντων ἀμέσως, καὶ πᾶν τὸ ἐκθεούμενον εἰς μίαν ἑνάδα θείαν ἀνατεί νεται· καὶ ὅσαι αἱ μετεχόμεναι ἑνάδες, τοσαῦτα καὶ τὰ μετέ χοντα γένη τῶν ὄντων. οὔτε γὰρ δύο ἢ πλείους ἑνάδες ὑφ' ἑνὸς μετέχονται (πῶς γάρ, τῶν ἐν αὐταῖς ἰδιοτήτων ἐξηλλαγμένων, οὐχὶ καὶ τὸ ἑκάστῃ συμφυόμενον ἐξήλλακται, δι' ὁμοιότητος τῆς συναφῆς γινομένης;) οὔτε μία ἑνὰς ὑπὸ πλειόνων μετέχεται διῃρημένως. ἀσύναπτα γὰρ τὰ πολλὰ ὄντα τῇ ἑνάδι, καὶ ὡς ὄντα τῇ πρὸ τῶν ὄντων καὶ ὡς πολλὰ ἑνάδι· δεῖ δὲ τὸ μετέχον πῇ μὲν ὅμοιον εἶναι τῷ μετεχομένῳ, πῇ δὲ ἕτερον καὶ ἀνόμοιον. ἐπεὶ οὖν τὸ μετέχον τῶν ὄντων τί ἐστιν, ἡ δὲ ἑνὰς ὑπερούσιος, καὶ κατὰ τοῦτο ἀνωμοίωνται, ἓν ἄρα εἶναι χρὴ τὸ μετέχον, ἵνα [καὶ] κατὰ τοῦτο ὅμοιον ᾖ τῷ μετεχομένῳ ἑνί, εἰ καὶ τὸ μὲν οὕτως ἓν ὡς ἑνάς, τὸ δὲ ὡς πεπονθὸς τὸ ἓν καὶ ἡνωμένον διὰ τὴν ἐκείνης μέθεξιν. 136 Πᾶς θεὸς ὁλικώτερος μὲν ὑπάρχων καὶ ἐγγυτέρω τοῦ πρώτου τεταγμένος ὑπὸ ὁλικωτέρου γένους τῶν ὄντων μετέχεται, μερικώτερος δὲ καὶ πορρώτερον, ὑπὸ μερικωτέρου· καὶ ὡς τὸ ὂν πρὸς τὸ ὄν, οὕτως ἡ ἑνὰς πρὸς τὴν ἑνάδα τὴν θείαν. εἰ γὰρ ὅσα τὰ ὄντα, τοσαῦται καὶ αἱ ἑνάδες, καὶ ἔμπαλιν, μιᾶς ὑφ' ἑνὸς μετεχομένης, δῆλον δὴ ὅτι κατὰ τὴν τῶν ἑνάδων τάξιν ἡ τῶν ὄντων πρόεισι τάξις, ὁμοιουμένη τῇ πρὸ αὐτῆς, καὶ ταῖς μὲν ὁλικωτέραις τὰ ὁλικώτερα συμφύεται, ταῖς δὲ μερι κωτέραις ἑνάσι τὰ μερικώτερα ὄντα. εἰ γὰρ μή, πάλιν τὰ ἀνόμοια τοῖς ἀνομοίοις συνάψει, καὶ ἡ κατ' ἀξίαν διανομὴ οὐκ ἔσται. ταῦτα δὲ ἀδύνατα, εἴπερ καὶ τοῖς ἄλλοις ἅπασι τὸ ἓν καὶ τὸ οἰκεῖον μέτρον ἐκεῖθεν ἐπιλάμπεται καὶ ἀπ' ἐκείνων ἐφήκει· πολλῷ δὴ οὖν μᾶλλον ἐν αὐτοῖς τάξις ἔσται τῆς μεθέξεως, τὰ ὅμοια κατὰ τὴν δύναμιν τῶν ὁμοίων ἐξάπτουσα. 137 Πᾶσα ἑνὰς συνυφίστησι τῷ ἑνὶ τὸ μετέχον αὐτῆς ὄν. τὸ μὲν γὰρ ἕν, ὡς πάντων ἐστὶν ὑποστατικόν, οὕτω καὶ τῶν ἑνάδων τῶν μετεχομένων καὶ τῶν ὄντων τῶν εἰς τὰς ἑνάδας ἀνηρτημένων αἴτιον, τὸ δὲ ἑκάστης ἐξημμένον ἡ ἑνὰς ἡ εἰς αὐτὸ ἐλλάμπουσα παράγει· ἁπλῶς μὲν εἶναι τοῦ ἑνὸς ποιοῦντος, τὸ δὲ συμφυὲς εἶναι τῆς