Κωνσταντινουπόλεως, παρασχόμενος αὐ89 τῷ δημόσια χρήματα· ὅς, ἄτερ τῶν λοιπῶν ἱερῶν βιβλίων ἑξήκοντα βίβλους ἐκ δορκάδων βεμβράνων γράψας ἐφιλοκάλησε. τὸν ναὸν τῆς ἁγίας Εἰρήνης καὶ τῶν θείων ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἁγίου μάρτυρος Ἀγαθονίκου καὶ τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐν τῷ Ἀνάπλῳ καὶ Σωσθενίῳ, ἔνθα καὶ θείας ὀμφὰς θαυμαστῶς ἤκουσέ τε καὶ ἐθεάσατο, ὁ θεῖος Κωνσταντῖνος κτίζει. Μητροφάνης ὁ ἐν ἁγίοις πρὸ Ἀλεξάνδρου ἐπίσκοπος Βυζαντίου ἦν. πρώην τῷ βασιλεῖ κτίζειν ἀρξαμένῳ πόλιν εἰς ὄνομα ἴδιον ἐν τῷ παυδίῳ τῷ πρὸ τοῦ Ἰλίου, ὑπὲρ τὸν Αἴαντος τάφον, ὁ θεὸς αὐτῷ κατ' ὄναρ ἐκέλευσεν ἐν τῷ Βυζαντίῳ κτίσαι τὴν νῦν Κωνσταντινούπολιν. ὀλίγους δὲ ὁρῶν τοὺς οἰκήτορας, ἀπό τε Ῥώμης τοὺς ἀξιολόγους κατὰ γένος ἐπιδεξάμενος ἀπό τε τόπων ἑτέρων, καὶ οἴκους αὐτοῖς μεγάλους οἰκοδομήσας καὶ χαρισάμενος, οἰκῆσαι τὴν πόλιν ἐποίησεν. ἐπὶ αὐτοῦ πολλὰ τῶν ἐθνῶν τὸν Χριστιανισμὸν προσεδέξαντο, ἀπό τε Κελτῶν καὶ Γαλατῶν τῶν ἑσπερίων, ἀλλὰ καὶ Ἰνδοὶ οἱ ἐνδότεροι, ἐπίσκοποι παρὰ Κωνσταντινουπόλεως ἀποσταλέντες πρὸς αὐτοὺς ἅμα μὲν καὶ ἐπὶ ἱστορίᾳ τῶν τόπων, ἅμα δὲ καὶ τὴν πίστιν κηρῦξαι. ὡσαύτως καὶ Ἴβηρες καὶ Ἀρμένιοι χριστιανίζουσιν, ἀρχὴν ἐκ Τηριδάτου τοῦ ἐκ Πάρθων καταγομένου λαβόντες, καὶ Πέρσαι ὁμοί90 ως ἐπὶ Συμεὼν ἐπισκόπου Κτησιφῶντος· μεθ' οὗ καὶ Οὐσταξάδης εὐνοῦχος παιδαγωγὸς Σαβώρου ἐμαρτύρησεν. Κωνστάντιος, Κώνστας, καὶ Κωνσταντῖνος υἱοὶ τοῦ μεγάλου Κωνσταντίνου. Κωνστάντιος μὲν ἐβασίλευσεν ἔτη κδʹ, Κώνστας ἔτη ιζʹ, Κωνσταντῖνος δὲ ταχὺ τετελεύτηκε. τετελεύτηκε δὲ τρόπῳ τοιῷδε. πρὸς τὸν ἀδελφὸν Κωνστάντιον κοινωσόμενος ᾔει περί τινων μετὰ πολλῆς ἰσχύος τε καὶ δυνάμεως, ὃ τὸν Κωνστάντιον εἰσῆγεν εἰς ἔκπληξιν, μή τι νεωτερίσων ἀφικνεῖται ἐπ' αὐτόν. καὶ πονηρῶν συμβούλων ἐπιτυχών, πλέον ἐναγόντων αὐτὸν εἰς ἀγῶνα καὶ φόβον καὶ διὰ τούτων εἰς πόλεμον ἢ ἀνατρεπόντων αὐτὸν τῶν τοιούτων λογισμῶν, ἐξῆλθε κατ' αὐτοῦ· καὶ πολέμου γεγονότος ἐν τοῖς ἐσχάτοις τῶν φευγόντων εὑρεθεὶς ὁ Κωνσταντῖνος ἀναιρεῖται, τρίτος ὢν ἀδελφός. καὶ Κώνστας ἐγκρατὴς πάντων τῶν ἑσπερίων ἐγένετο, ὃν τῷ ἑπτακαιδεκάτῳ τῆς ἀρχῆς ἔτει Μαγνέντιος τύραννος ἐν Γαλλίαις ἀναφανεὶς ἀνεῖλε μετὰ θήραν Κώνσταν ὕπνῳ κατεχόμενον. ὅπερ μαθὼν ἐν Ἀντιοχείᾳ ὢν ὁ Κωνστάντιος προβάλλεται μὲν Γάλλον Καίσαρα, γαμβρὸν ἐπ' ἀδελφῇ, τὰ ἑσπέρια διοικεῖν, αὐτὸς δὲ εἴχετο τοῦ κατὰ Περσῶν πολέμου, 91 τρίτον ἤδη ἐκστρατεύσας κατ' αὐτῶν. καὶ Γάλλος κατεπολέμει μὲν Μαγνέντιον, ὃν καὶ ἀνεῖλεν, εἶτα καὶ μετὰ Κωνσταντίου γίνεται· ὃν ὁ Κωνστάντιος θωπείᾳ καὶ κολακείᾳ χειρωσάμενος ἀναιρεῖ, καὶ τὴν τούτου ἀρχὴν μηδενὶ τότε δούς, μετ' οὐ πολὺν χρόνον, ἐπεὶ μεγάλως τὸ Περσῶν κεκίνητο στράτευμα, τῷ τοῦ Γάλλου ἀδελφῷ Ἰουλιανῷ ταύτην παραδίδωσιν, ἐξ Ἀθηνῶν αὐτὸν ἀγαγὼν καὶ προχειρισάμενος Καίσαρα, οὐκ ἔλαττον εἰς τοῦτο σφαλεὶς ἢ τὸ Ἀρείου προΐστασθαι, ὡς εἰς Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Παῦλον Κωνσταντινουπόλεως πολλὰ κακὰ ἐνδείξασθαι. κατὰ Περσῶν δὲ ἐκστρατεύσας, καὶ μαθὼν ὡς ἀντῆρεν Ἰουλιανὸς αὐτῷ ὑπὸ τῆς συνεχείας τῶν φροντίδων νόσου ἐπιγενομένης ἐκ μελαίνης χολῆς, εἰς Μόψου κρήνην ἐτελεύτησεν, ἐν ταῖς ὑπωρείαις τοῦ Ταύρου κειμένην· τὸ δὲ σῶμα αὐτοῦ Ἰοβιανὸς ὁ μετὰ ταῦτα βασιλεύσας, προτίκτωρ ὤν, μετὰ Εὐσεβίας τῆς αὐτοῦ πρώτης γυναικός, ἀποκομίσας ἀπέθετο πλησίον τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ἡρώῳ. Κωνστάντιον κουφότητι γνώμης Εὐσέβιος ὁ Νικομηδείας παρέπεισεν ἀρειανίζειν καὶ τὴν λέξιν τοῦ ὁμοουσίου ὡς ἄγραφον ἐκβαλεῖν. Ἀλεξάνδρου πατριάρχου τελευτήσαντος Παῦλος ὁ ὁμολογητὴς χειροτονεῖται. τούτου ἐκβληθέντος ἑαυτὸν Εὐσέβιος δώροις ὁ Νικομηδίας ἐνθρονίζει εἰς πατριάρχην· εἶθ' οὕτως πάλιν Παῦλος τὸν θρόνον ἀπολαμβάνει, καὶ μετ' 92 αὐτὸν Μακεδόνιος ὁ πνευματομάχος, ὃς διωγμὸν κατὰ Χριστιανῶν ἐκίνησε τῶν εἰδωλολατρῶν οὐχ ἥττονα. Κωνστάντιος κτίζει τὴν τοῦ θεοῦ Σοφίαν πλησίον Εἰρήνης, ἐκκλησίαν