28
Κινύρου-θεὰν ὠνομάκασιν. Καὶ θαυμαστὸν οὐδέν· οἱ γὰρ δὴ καὶ τοῖς ἰοβόλοις τῶν ἑρπετῶν τήνδε τὴν προσηγορίαν προσνείμαντες σχολῇ γ' ἂν τὰς γυναῖκας τοῦδε τοῦ γέρως ἐστέρησαν. Καὶ μὲν δὴ καὶ τὸν Γανυμήδην, καθά φασιν οἱ ποιηταί, ... ἀνηρείψαντο θεοὶ ∆ιῒ οἰνοχοεύειν. Καὶ τὴν Ἑλένην δέ, μετὰ τὴν πολυθρύλητον καὶ παμπόλλην μοιχείαν, τοῦ Μενέλεω χωρίσαντες, εἰς τὸν οὐρανόν, ᾗ φησιν 3.32 Εὐριπίδης, ἀνήγαγον. Οὔκουν τοὺς ἀγαθόν τι δεδρακότας μόνον, ἀλλὰ καὶ τοὺς ἀσελγεστάτους ἄνδρας καὶ γυναῖκας ἐθεοποίησαν Ἕλληνες. Ταῦτα καὶ Ῥωμαῖοι παρὰ τούτων μεμαθηκότες, τοὺς σφετέρους βασιλέας μετὰ τὸ τέρμα τοῦ βίου θεοποιΐας ἠξίουν, καὶ οὐ μόνον τοὺς ἐννόμως γε βεβασιλευκότας καὶ τοῦ δικαίου πεφρον τικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς τε καὶ ἀδίκως καὶ παρανόμως 3.33 ἰθύναντας τὴν ἀρχήν. Καὶ γὰρ Νέρωνα, πᾶσαν ἰδέαν ἀκολασίας καὶ παρανομίας κατακόρως μετεληλυθότα, καὶ ∆ομετιανὸν καὶ Κόμοδον, καὶ μέντοι καὶ ἄλλους μιαιφόνους ἄνδρας καὶ λαγνι στάτους τῷ τῶν σφετέρων θεῶν καταλόγῳ ξυνέταξαν. 3.34 Τοῦτο δεύτερον οἱ ἄνθρωποι θεοποιΐας ἐπενόησαν εἶδος, τρίτον δὲ τοῖς μύθοις πεπιστευκότες τῶν ποιητῶν. Τούτοις δὲ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ πιστεύειν παρεγγυᾷ· "Περὶ γὰρ τῶν ἄλλων δαιμόνων" φησίν "εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν οὖσι θεῶν, ὡς αὐτοὶ ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν, ἑπομένους τῷ νόμῳ πιστευτέον." 3.35 Εἶτα τὸν Ἡσίοδον εἰς μέσον παράγει καὶ τὸ Χάος καὶ τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν καὶ τούτοιν τοὺς παῖδας, τὸν Κρόνον, τὴν Ῥέαν, τὸν Ἰαπετὸν καὶ τοὺς ἄλλους· καὶ αὖ πάλιν τοὺς ἐκ Κρόνου καὶ Ῥέας φύντας, τὸν ∆ία, 3.36 τὴν Ἥραν, τὸν Ποσειδῶνα, τὸν Πλούτωνα. Καὶ οὐκ ἐρυθριᾷ ὁ φιλόσοφος πιστεύειν κελεύων τοῖς τὰ τοιαῦτα μυθολογοῦσι καὶ ἀκολάστους ἡμῖν θεοὺς καὶ πατραλοίας καὶ παιδοκτόνους εἰσ άγουσιν. Ὅ τε γὰρ Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐξέτεμε τὰ αἰδοῖα καὶ τοὺς τικτομένους αὐτῷ κατέπινε παῖδας, ὅ τε Ζεύς, τὸν πατέρα τὸν Κρόνον ἐξελάσας τῆς βασιλείας καὶ παραδοὺς 3.37 τῷ Ταρτάρῳ, τύραννος ἀνεφάνη καὶ λίαν ἀκόλαστος· οὐ γὰρ δὴ μόνην τὴν ἀδελφήν, ἀλλὰ καὶ τὴν μητέρα καὶ τὴν θυγατέρα γαμετὰς ἐποιήσατο, καὶ πρὸς ταύταις ἄλλαις καὶ θεαῖς καὶ γυναιξὶ ξυνεμίγη μυρίαις. Ἀλλ' ὅμως καὶ ταῦτα ὁ Πλάτων σαφῶς ἐπιστάμενος, πιστεύειν τοῖς ποιηταῖς παρεγγύησε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, διὰ μό 3.38 νον γε τὸν νόμον. ∆ῆλος οὖν ἐστι τὸν Ἀθηναίων ὅμιλον ὀρρω δῶν καὶ τὸν ἐκεῖνον κατέχοντα πλάνον. Καὶ ὅτι γε τοῦτο ἀληθές, μάρτυς αὐτὸς, ὧδε λέγων ἐν Πολιτείᾳ· "Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐκ ἀληθῶς ἐψεύσατο, ὅτι Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. Ὅτι δὲ δὴ τὰ περὶ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ' ἂν εἰ ἦν ἀληθῆ, δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι' 3.39 ἀπορρήτων ἀκούειν." Καὶ αὖ πάλιν μετ' ὀλίγα καὶ τάδε ἔφη· "Καὶ γάρ, ἦ δ' ὅς, οἵ τε λόγοι χαλεποὶ καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδὲ ἀδικοῦντα τὸν πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ἅπερ θεῶν οἱ 3.40 πρῶτοί τε καὶ μέγιστοι. Οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν οὐδὲ ἄλλῳ, ἦν δ' ἐγώ, τὸ παράπαν, ὡς οἱ θεοὶ θεοῖς πο λεμοῦσι καὶ ἐπιβουλεύουσι καὶ μάχονται· οὔτε γὰρ ἀληθῆ οὔτε ξύμφορα· εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάττειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. Πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ὑφαντέον καὶ ἄλλας ἐπιβουλὰς παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς ξυγγενεῖς 3.41 τε καὶ οἰκείους αὐτῶν." Ἔπειτα νομοθετήσας, τίνα χρὴ