1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

28

θείων λογίων καὶ ἀλλόφυλα ἐπεισ άγοντα δόγματα. Χρόνῳ δὲ ὕστερον σκηψάμενος με ταμέλειαν, τοὺς τῷ μεγάλῳ βασιλεῖ Κωνσταντίνῳ παραδυναστεύοντας ἔπεισε χώραν αὐτῷ μετανοίας δοθῆναι. ∆εξάμενος δὲ τὴν ἱκετείαν ὁ βασιλεὺς, τῆς βασιλευούσης πόλεως ἐπήγγειλε τὸν ἐπίσκοπον, ὀρέ ξαι χεῖρα τῷ σωτηρίας ἐφιεμένῳ. Ὁ δὲ θεῖος Ἀλέ 83.416 ξανδρος (οὗτος γὰρ τῆς Ἐκκλησίας ἐκείνης κατεῖχε τὰ πηδάλια), πρῶτον μὲν ἐπειράθη πεῖσαι τὸν βασι λέα, τοῖς πεπλασμένοις Ἀρείου λόγοις μηδαμῶς ὑπαχθῆναι. Ἐπειδὴ δὲ δυσχεραίνοντα εἶδε, σιγήσας ἐξῆλθεν. Ἐδέδοκτο δὲ ἕωθεν εἰσδεχθῆναι τὸν Ἄρειον· Σάββατον γὰρ ἦν, ἡνίκα ταῦτα ἐῤῥέθη. Ὁ τοίνυν ἀληθῶς τοῦ Θεοῦ ἄνθρωπος, σὺν δύο τισὶ συνόντων, εἰς τὸν θεῖον νεὼν εἰσδραμὼν, ἠντιβόλησε τῶν Ἐκκλη σιῶν τὸν ∆εσπότην, πρὸ τῶν ἱερῶν θυσιαστηρίων ἐπὶ τῆς γῆς ἐῤῥιμμένος, καὶ δάκρυα προχέων, μὴ συγχω ρῆσαι τὸν λύκον τοῖς προβάτοις ἀναμιγῆναι, εἴπερ ἀληθῶς τὰ λύκων δράσαι βουλόμενος ἑαυτὸν συγκαλύ πτει τῷ τοῦ προβάτου κωδίῳ. Φασὶ δὲ αὐτὸν καὶ τόνδε τὸν λόγον προσθεῖναι τῇ προσευχῇ· εἰ δὲ ἐνδί δως αὐτὸν εἰσελθεῖν καὶ τοιαῦτα βεβουλευμένον διὰ τὴν ἄῤῥητον οἰκονομίαν (ἀνεξιχνίαστα γάρ σου τὰ κρίματα), ἐμὲ τὸν δοῦλόν σου τῆς παρούσης ζωῆς ἐλευθέρωσον. Οὕτω τὴν εὐχὴν ποιησάμενος, εἰς τὸ δωμάτιον δακρύων ἀνελήλυθεν. Ὁ δὲ Ἄρειος, νομίζων ἐμπεδωθήσεσθαι τοῦ βασιλέως τὰς ὑποσχέσεις, περὶ τὸ λυκαυγὲς προελήλυθεν. Εἶτα τῆς γαστρὸς πρὸς ἔκκρισιν ἐπειγούσης εἰς τὰ δημόσια εἰσ ελήλυθε λάσανα, τὸν ἑπόμενον οἰκέτην ἔξω καταλιπών. Ἐξαπίνης δὲ τῶν σπλάγχνων διαλυθέντων τε καὶ ἐκκριθέντων, ἔνδον καθήμενος ἐτελεύτησε. Τῶν δὲ συγκαθημένων τὸ πάθος θεασαμένων, καὶ βοησάν των, ὁ παῖς εἰσδραμὼν, καὶ τεθνεῶτα ἰδὼν, τὸ συμ βὰν τοῖς οἰκείοις ἐμήνυσεν. Εἰς πᾶσαν δὲ τὴν πο λυανθρωποτάτην πόλιν τῆς θεηλάτου μηνυθείσης πληγῆς, εἰς τὸν θεῖον νεὼν συνέδραμον ἅπαντες. Ἐπειδὴ δὲ καὶ τοῦ βασιλέως τὴν ὑπόσχεσιν, καὶ τοῦ ἱερέως ἔγνωσαν τὴν εὐχὴν, ὕμνησαν τῶν Ἐκκλησιῶν τὸν προστάτην, καὶ τῆς αἱρέσεως ἐβδελύξαντο τὴν ἀσέβειαν. Ἀλλ' ὅμως καὶ τούτων οὕτως γεγενημένων, καὶ λίαν ἐναργῶς τῆς ψήφου τῆς θείας ἐπιδειχθείσης, ἐπέμειναν οἱ τὴν νόσον εἰσδεδεγμένοι, κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος ἀκονῶντες τὰς γλώττας. Ἀλλὰ ταῦτα διὰ πλάτους ἐν τῇ ἐκκλησιαστικῇ Ἱστορίᾳ συγγράψας, περιττὸν ἡγοῦμαι ταὐτὰ λέγειν. Καταλιπὼν τοίνυν Εὐσέβιον, καὶ Θέογνιν καὶ Θεόδοτον τὸν Περίνθιον, καὶ Μηνόφαντον τὸν Ἐφέσιον, καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον, καὶ τοὺς ἄλλους, Εὐδοξίου μόνον μνησθήσομαι. Ἀπαιτεὶ γὰρ τούτου τὴν μνήμην τὰ κατὰ Ἀέτιον καὶ Εὐνόμιον διηγήματα. Βʹ. -Περὶ Εὐδοξίου. Οὗτος ὁ Εὐδόξιος Γερμανικείας τῆς τῷ Ταύρῳ γειτονευούσης πόλεως ἐπίσκοπος ἦν· ἀλλὰ τῆς πο λίχνης καταφρονήσας, εἰς τὴν Ἀντιόχειαν ὥρμησε, τὴν Λεοντίου μεμαθηκὼς τελευτήν. Εἶτα τὸν θρόνον παρὰ τοὺς ἐκκλησιαστικοὺς ἁρπάζει θεσμούς. Βα σιλικοῖς δὲ γράμμασιν ἐκεῖθεν ἐξελαθεὶς, καὶ κατα λαβεῖν τὴν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἀθροιζομένην σύνοδον κελευσθεὶς, ἀφίκετο μὲν ὡς προσετάχθη, εἰς τὸ συνέδριον δὲ εἰσελθεῖν οὐκ ἐθάῤῥησεν, ἀλλ' εἰς τὴν Κωνσταντίνου πόλιν ἔδραμε, καὶ τοὺς βασιλικοὺς θωπεύσας θαλαμηπόλους, ἔπεισεν αὐτόθι συναθροισθῆναι τὴν σύνοδον. Καὶ ἵνα μὴ πάντα λέ 83.417 γων μηκύνω (τούτων γὰρ πάντων ἐμνήσθην ἐν ἐκείνῃ τῇ συγγραφῇ), ἴσχυσε καὶ τὸν τῆς πόλεως ἐκείνης ἁρπάσαι θρόνον, καὶ τῶν κηρύκων τῆς ἀλη θείας τὰς Ἐκκλησίας γυμνῶσαι.