28
σωτηρίαν ἐπόρισεν. "Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός." Σφόδρα τοῖς τοῦ Σενναχηρεὶμ καὶ τοῦ Ῥαψάκου λόγοις συμβαίνει τοῦ ψαλμοῦ τὸ προοίμιον. [Ἐκεῖνοι γὰρ ὡς μὴ ὄντος τοῦ Θεοῦ προϊσταμένου τῆς Ἰουδαίας, ἀπατᾶσθαι ἔλεγον τὸν Ἐζεκίαν. Ἦν δὲ τοῖς ἀμφὶ τὸν Σενναχηρεὶμ καὶ τὰ ἐπιτηδεύματα διεφθαρμένα, ἤγουν ὁ βίος καὶ ἡ πολιτεία, ὡς μηδὲ τὸν Θεὸν εὑρεῖν ἐν αὐτοῖς ἕνα γοῦν τῆς ἀρετῆς ἐπιμελούμενον. Πάντα γὰρ εἰς φαυλότητα ἐξέκλιναν. Τί δέ; Οὐκ ἔργοις 80.949 αὐτοῖς οὗτοι γνώσονται τὴν τοῦ Θεοῦ δύναμιν, οἱ τὸν λαὸν αὐτοῦ ἀντὶ ἄρτου δαπανῶντες καὶ κατ εσθίοντες; Καὶ πάντες γνωρίσουσιν ἀπὸ τῶν πρα γμάτων τὸν πολεμοῦντα αὐτοῖς· κἀκεῖθεν ὁ φόβος αὐτοῖς ἐλεύσεται, ὅθεν οὐ προσεδόκησαν. Ποῦ γὰρ ἂν ᾠήθησαν ὅτι ὑπὸ ἀγγέλου ἀναιρεθήσονται; ὅτι ὁ Θεὸς κήδεται τῶν Ἰουδαίων; καὶ οἱ μυκτηρίσαντες τὴν βουλὴν τοῦ πτωχοῦ καὶ ταπεινόφρονος Ἐζε κίου, Θεῷ μᾶλλον ἢ ὅπλοις θαῤῥήσαντος, νοήσουσιν, ὅτι ὁ ἑαυτὸν τοῦ Θεοῦ ἀναρτήσας τὴν μὴ καταισχύ νουσαν ἐλπίδα ἐκτήσατο. Τίς γὰρ ἄλλος ἢ ὁ Θεὸς καὶ τοὺς ἀπομείναντας ἐν τῇ Σιὼν σώσει, καὶ τὰς ἤδη αἰχμαλωτισθείσας φυλὰς ἐπαναγάγῃ, ὥστε κοινὴν εὐφροσύνην γενέσθαι ταῖς δώδεκα φυλαῖς, ὧν ῥίζα καὶ ἀρχὴ ὁ πατριάρχης Ἰακὼβ ἐχρημάτισεν, ὁ καὶ Ἰσραὴλ μετονομασθείς; Ὥστε ἀπ' αὐτοῦ καὶ ταύτας Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζεσθαι. Καὶ ταῦτα μὲν ὅσον πρὸς ἱστορίαν, τὴν δὲ ἀναγωγὴν ἰσχνοτέραν ἐξετάσωμεν.] "∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα." Ὑποβάθρα, φησὶ, καὶ ῥίζα τῆς ἀσεβείας ἡ τοῦ βίου διαφθορά. Εἰς ἀκολασίαν γὰρ σφᾶς αὐτοὺς καὶ θηριώδη βίον ἐκδεδωκότες, τοῦ Θεοῦ τὴν μνήμην τῆς διανοίας ἐξέβαλον· ἠκολούθησαν δὲ τῇ τοῦ ἡγουμένου παραπληξίᾳ καὶ οἱ ὑπήκοοι. [Οἱ μὲν πάντη τὸ Θεῖον ἀρνησάμενοι, καὶ μηδὲ τὴν ἀρχὴν εἶναι Θεὸν ἀποφηνάμενοι, ὑπόκενον δὲ εἶναι τοὔνομα, καὶ κατὰ μηδεμιᾶς οὐσίας ὑποκείμενον τεταγμένον. Οἱ δὲ, τοὺς μὴ ὄντας ὡς ὄντας θεοὺς ἀναγορεύσαντες, καὶ τὸν μόνον ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν τῷ λόγῳ ὑποστησάμενοι, μὴ μὴν δὲ προνοεῖν τῶν ἐπὶ γῆς, μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα παραδεδειγμένοι. Ἀθρόως δὴ οὖν οἱ πάντες εἰς ἕνα λόγον ἀρνησίθεον περιετράπησαν, μὴ εἶναι Θεὸν διανοηθέντες· ἐπεὶ δὲ μὴ ἐτόλμων διὰ στόματος τοῦτο φάσκειν· ἐνῆγε γὰρ τοὺς πάντας τὰ φυσικὰ σπέρματα καὶ οἱ περὶ τοῦ Θεοῦ φυσικοὶ λογισμοὶ ἐπὶ τὴν ὁμολογίαν τῆς τοῦ Θεοῦ γνώσεως· διὸ χείλεσι μὲν οὐκ ἐτόλμων ἀρνεῖσθαι, ἀλλ' εἰδέναι προσεποιοῦντο οὐ μόνον ἕνα, ἀλλὰ καὶ μυρίους θεούς. Τῇ γε μὴν καρδίᾳ ἑαυτοὺς ἔπειθον ἀφραίνοντες ἀληθῶς καὶ μωραίνοντες, ὅτι μὴ ἔστιν ἐν τῷ παντὶ Θεός· ἔλεγχος δὲ ἦν τοῦ ἀθέου αὐτῶν λογισμοῦ τὰ ὑπ' αὐτῶν δρώμενα· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται. Ὅτε τοίνυν ταῖς πράξεσιν αὐταῖς καὶ τῷ λοιπῷ βίῳ πᾶσαν αὐτῶν τὴν ψυχὴν διέφθειραν αὐτῷ σώματι, εἰς πᾶσαν ἐκδεδομένοι φθορὰν, ὡς καὶ ἄῤῥενας ἄῤῥεσιν ἐπιμαίνεσθαι, καὶ πάσαις ἀθεμιτουργίαις καὶ ἀῤῥητοποιΐαις καταφθείρειν ἑαυτούς· βδελυκτούς τε εἶναι δι' αὐτά· πῶς οὐκ ἂν εἰσὶν πρόδηλοι, ὅτι κἂν μυρίους ἐπιγράφωνται θεοὺς τῷ λόγῳ· κἂν αὐτοὶ 80.952 εἰδέναι καὶ ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χεί λεσι φάσκοιεν· ἀλλ' ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ, οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρ χεν ἔννοια; Τοιοῦτος μὲν οὖν ἐτύγχανε πᾶς ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμα σται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐναντίον ἂν γένοιτο τῆς σοφίας.] βʹ, γʹ. "Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώ θησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός." Ἐκείνων μέντοι τοιαῦτα καὶ δρώντων καὶ λεγόντων, οὐ περιεῖδεν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ἀλλ' ἐξέτασιν ἀκριβῆ καὶ αὐτῶν τῶν λογισμῶν ποιησάμενος, εἶδεν ἅπαντας κατὰ ταὐτὸν τῇ δυσσεβείᾳ καὶ τῇ τοῦ βίου παρανομίᾳ κατεχομένους. Ἔοικε τοῦτο τοῖς πρὸς τὸν Ἀβραὰμ εἰρημένοις· "Κραυγὴ