28
νῦν αὐτοῖς τοῖς ἔργοις ἄντικρυς κράζει τῷ δευτέρῳ Ἡρώδῃ "4ἔξεστίν σοι ἔχειν γυναῖκα Θεοδότην τὴν μαχλῶσαν"5, κἀν τῷ αὐτοῦ προσώπῳ διαρρήδην προστάσσει ἕως τοῦ αἰῶνος μοιχεύειν τοὺς ἀνθρώπους καὶ τοὺς τοιούτους στεφανοῦντας εἶναι ἱερέας. Ὢ τολμηρᾶς καρδίας· ὢ καταφρονήσεως θεοῦ κριμάτων. διατί μὴ μᾶλλον ἕκαστος καταγορεύει τῆς ὑποθέσεως καὶ διαστέλλεται τοῦ τοιούτου καὶ μέχρι βρώσεως εἴτουν συντυχίας, εἰ μὴ ἐξαγορεύει τὴν ἁμαρτίαν μετὰ τὸ παντάπασιν εἴργεσθαι αὐτὸν ἐκ πάσης ἱερουργίας; ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς θεοσεβείας καὶ τῆς κατὰ τὸ ἱερὸν ἡμῶν σχῆμα ἀκριβείας ἐνηχῆσαι εἰς τὰ ὦτα τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν τοὺς τοιούτους λόγους. πιστεύομεν γὰρ ὅτι, εἰ τοῦτον παραστείλωσιν σὺν εὐδοκίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου, ἐπικροτῆσαι ἔχουσιν ἄγγελοι, ἀνευφημήσωσι πάντες οἱ ἅγιοι, εὐφρανθήσεται δὲ καὶ πᾶσα ἡ ἐκκλησία, γενήσεται δὲ καὶ τῷ κράτει αὐτῶν θείας ἄνωθεν ἐπικουρίας προσθήκη πολλὴ ἔν τε προσλήψει ἐχθρῶν τε καὶ πολεμίων καὶ ἐν εἰρηναίᾳ καὶ μακροημέρῳ αὐτῶν ζωῇ. Ποῦ δὲ καὶ θήσομεν, πάτερ ἅγιε, τοὺς ἱεροὺς κανόνας, εἴργοντας αὐτὸν τοῦ ἱερατεύειν; τὸν μὲν πρῶτον μὴ παραχωροῦντα μηδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον, καίπερ ὄντος ἐκ θεοῦ παρακεχωρημένου. εἰ δὲ ὅτι μὴ τὸν παρακεχωρημένον γάμον οὗτος, ἀλλ' εἰς τὸν ἀποκήρυκτον καὶ μοιχικὸν ὅλαις τριάκοντα ἡμέραις εὐωχήσατο, καὶ οὐ μόνον τοῦτο, ἀλλ' ὅτι καὶ τοὺς νικητικοὺς ἐπὶ τῇ παρθενίᾳ στεφάνους ἐπιτέθεικε τοῖς μοιχοῖς καὶ ἀκαθάρτοις, τίνος εἴη ἄξιος; μικρὸν τάχα ἡ καθαίρεσις. εἰ δὲ τοῦτο ἀνεκδίκητον, παίγνια τὰ θεῖα καὶ ἕωλοι οἱ κανόνες. κατὰ τὸν δεύτερον πάλιν κανόνα, ὅτι ὁ ὑποπεσὼν ἔν τινι σφάλματι καὶ διὰ τοῦτο ἀφορισθείς, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίσηται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι. ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς εἰσεπήδησεν ἐν τῇ ἐκκλησίᾳ. Εἰ δὲ λέγοι παρὰ τοῦ προηγησαμένου λαβεῖν τὴν ἐπιτροπὴν καὶ ἀνέγκλητον εἶναι τὴν ὑπόθεσιν, τί δήποτε οὐχ ὁ ἐπιτρέψας αὐτούργησεν στεφανώσας; ἔστι γὰρ πάντως πατριάρχαις βασιλεῖς στεφανοῦν, οὐχ ἱερέα τινά· οὐ γὰρ πώποτε γεγένηται. ἀλλὰ δῆλον ὅτι κινδύνου αὐτῷ κειμένου εἰς αὐτὴν τὴν ἀρχιερωσύνην καθαιρέσεως εὑρὼν τοῦτον προθυμούμενον (ἦν γὰρ συναλιζόμενος εἰς τὰ βασίλεια) παρέπεμψεν εἰς τὸ ἐκείνου πρόσωπον τὸν κίνδυνον (εἴπερ καὶ ἀληθὲς ὅτι καὶ ἐπέτρεψεν· οὐ γὰρ πιστεύομεν ἡμῖν τε καὶ ἄλλοις πολλοῖς πεπληροφορηκώς). εἰ δὲ πάλιν λέγοι μὴ εἶναι ἀφωρισμένος ὑπὸ τοῦ προηγησαμένου, τί δήποτε οὐκ ἐλειτούργει ἐν τοῖς ἐννέα ἔτεσιν; τί δήποτε ὑπὸ συνόδου, ὡς λέγει, νῦν λέλυται; δῆλον ὅτι ὁ δεδεμένος λέλυται, οὐχ ὁ ἄδετος. ὥστε ἑαυτῷ περιπίπτει κἀνταῦθα εἰργμένος εἶναι, ἐφόσον οὐκ ἐντὸς τοῦ ἐνιαυτοῦ κατὰ τὸν κανόνα ὑπέδειξεν ἑαυτὸν ἀθῶον καὶ ἔλαβεν τὴν λύσιν ἐμφανῶς, εἴπερ ἦν λύσις τῷ ὁλοδεσμίῳ, κἂν μυρίους παριστᾷ ψευδομάρτυρας. Ταῦτά ἐστι, πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνῆσαι αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδοι τῷ μοιχεύσαντι, ἀπεκλείσθην ἐγὼ μὲν ἐν ᾧ καθέζῃ τόπῳ, ὁ ἡγούμενος δὲ καὶ οἱ λοιποὶ σὺν τῷ ἀρχιεπισκόπῳ ἐν τῇ Θεσσαλονίκῃ ὑπερορισθέντες. ἀλλ' ὁ θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὐδ' οὕτως ὡς ἔτυχεν ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησε καλῶς ἡμᾶς πεποιηκέναι. ἐὰν οὖν, ὅτε ἡ μοιχεία ἦν καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει θεοῦ, πῶς οὖν ἄρτι, ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου καθῃρημένου ὑποσταλησόμεθα καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; οὐδαμῶς, ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας καὶ τῶν ἐκείνῳ συλλειτουργούντων, ἕως ἂν παύσῃ τῆς ἱερουργίας, ὥσπερ ἐπὶ τοῦ προτέρου, καίπερ ὄντος χαλεπωτέρου τοῦ δευτέρου· οὐδὲ γὰρ συνελειτούργησεν αὐτῷ καθάπαξ ὁ προηγησάμενος. καὶ ἐκεῖ