28
ἐκκλησίας παρέδωκε τῷ Ἀρειανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος ∆ημόφιλος ἔτη ιβʹ. ϛʹ. ξηʹ. ιηʹ. αʹ. δʹ. μδʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐάλεντι τῷ δυσσεβεῖ πρεσβείαν ἀπέστειλαν οἱ ὀρθόδοξοι ἐν Νικομηδείᾳ ἐλθόντι ἄνδρας ἱερατικοὺς πʹ πέμψαντες, ὧν προηγοῦντο Θεόδωρος καὶ Οὐρβανὸς καὶ Μενέδημος, οὓς πάντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι ὁ Οὐάλης ἐκέλευσεν· καὶ πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι ∆ακιδίζων τοῦ πλοίου διαρκέσαντος. εωξγʹ. τξγʹ. ζʹ. ξθʹ. ιθʹ. βʹ. εʹ. μεʹ. γʹ. Τούτῳ τῷ ἔτει Οὐάλης ὁ μιαρὸς τοῖς Ἕλλησιν ἄδειαν δέδωκε 59 θυσίας καὶ πανηγύρεις ἐπιτελεῖν· ὡσαύτως δὲ καὶ Ἰουδαίους ἔθαλπε καὶ ἐτίμα, μόνους τοὺς ὀρθοδόξους καὶ τῆς ἀποστολικῆς ἐκκλησίας δεινῶς διώκων. ηʹ. οʹ. κʹ. γʹ. ϛʹ. μϛʹ. δʹ. Τούτῳ τῷ ἔτει Οὐάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐλθὼν πάνδεινα τοῖς ὀρθοδόξοις ἐνεδείξατο πολλοὺς ἀνελὼν μαχαίρᾳ καὶ ἄλλους ἀποπνίξας εἰς τὸν παραρρέοντα Ὀρέντην ποταμόν. ὡσαύτως δὲ καὶ τὴν Ἔδεσαν καταλαβὼν χείρονα ἔπραξε κελεύσας Μοδέστῳ τῷ ἐπάρχῳ τὸ πλῆθος τῶν ὀρθοδόξων συλλαβεῖν εἰς τὸν ναὸν τοῦ ἁγίου Θωμᾶ συνερχόμενον καὶ φονεῦσαι. τὸ δὲ κατὰ τὴν γυναῖκα συμβάν, τὴν ἕλκουσαν τὸ τέκνον σπουδῇ ἐπὶ τὸν θάνατον, τόν τε Οὐάλεντα ᾔσχυνε καὶ τὸν ἔπαρχον κατέπληξε καὶ τὸ ἄγος ἐκώλυσεν, θεοῦ δηλονότι τοῦτο οἰκονομήσαντος. Εὐσέβιον δὲ τὸν Σαμοσάτων ἐξώρισεν εἰς τὴν Θρᾴκην, ὅτε καὶ πλέον ἐθαυμάσθη ὁ ἅγιος ἑκουσίως τῆς πόλεως ἐξελθὼν καὶ ἀκολουθήσας τοῖς ἐλαύνουσιν, μὴ συγχωροῦντος τοῦ λαοῦ· ἀντ' αὐτοῦ δὲ οἱ Ἀρειανοὶ Εὐνόμιόν τινα, Ἀρειανὸν διάπυρον, προεβάλοντο, ᾧ οὐδεὶς τῶν Σαμοσατέων ἐκοινώνησεν. τούτου λουομένου καὶ τὸν λαὸν συλλούσασθαι προτρεπομένου, εἰ μὴ τὸ ὕδωρ τῆς ἐμβατῆς, ἐν ᾗ εἰσῆλθεν Εὐνόμιος, ἐκένωσαν καὶ ἄλλου ἐπλήρωσαν, οὐκ ἠνείχοντο λούσασθαι, μεμιάνθαι λέγοντες ὑπὸ Εὐνομίου τὸ πρότερον. ὅπερ μαθὼν ἔφυγε τῆς πόλεως ἀσπόνδως μισούμενος. τούτου δὲ ὑποχωρήσαντος, Λούκιόν τινα προφανῆ λύκον Ἀρειανοὶ προεβάλοντο. ὁμοίως καὶ ἐν Καππαδοκίᾳ τὰς ἐκκλησίας Ἀρειανοῖς παραδοῦναι ἐσπούδαζε τῆς ἐναντιώσεως δραξάμενος, ἧς ἔσχε παρὰ τοῦ μεγάλου Βασιλείου, πρεσβυτέρου τότε τῆς ἐκκλησίας Καισαρείας ὑπάρχοντος καὶ Εὐσέβιον τὸν ἐπίσκοπον διεγείροντος εἰς ζῆλον ὀρθοδοξίας, μὴ ὑπείκειν τῇ δυσσεβείᾳ Οὐάλεντος. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτος αʹ. Ἀντιοχείας ἐπίσκοπος λαʹ πάλιν Μελέτιος ἔτη κεʹ. θʹ. αʹ. καʹ. δʹ. ζʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος εὑρέθησάν τινες ἐπιβουλὴν κατ' αὐτοῦ μελετῶντες, καὶ ἀνῃρέθησαν στῖφος ἀσεβῶν· 60 διὰ γὰρ μαντειῶν καὶ θυσιῶν τὴν συσκευὴν κατειργάζοντο. τοῦ δὲ πολυάθλου καὶ πολλὰ καμόντος Ἀθανασίου μεταστάντος πρὸς κύριον, ἐπισκοπήσαντος ἔτη μϛʹ, ἐν διωγμοῖς δὲ καὶ τοῖς ὑπὲρ εὐσεβείας κινδύνοις τὰ μʹ, Πέτρος τὴν ἐπισκοπὴν διεδέξατο, ὃν οἱ Ἀρειανοὶ διά τινος Μάγνου, τῶν βασιλικῶν θησαυρῶν ταμία, ἀπήλασαν· Λούκιον δὲ ἀντεκατέστησαν. τότε πολλοὶ τῶν ὀρθοδόξων ἀνδρῶν καὶ γυναικῶν παρθένων ἀθέως ᾐκίσθησαν, πολλοὶ δὲ καὶ ἐν βασάνοις ἐτελειώθησαν. ὁ δὲ Πέτρος φυγὰς εἰς Ῥώμην ᾤχετο πρὸς ∆άμασον ὡς ὁμόδοξον· ὅτε καὶ τὰ γενόμενα ἐν Ἀλεξανδρείᾳ δι' ἐπιστολῆς ἔγραψε φρικώδη ὑπὸ Ἀρειανῶν. Τῷ δ' αὐτῷ ἔτει καὶ Βασίλειος ὁ τῆς Καισαρέων ἐπισκόπησεν, Εὐσεβίου εὐσεβῶς κοιμηθέντος. Κόσμου ἔτη εωξϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τξϛʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιαʹ. ιʹ. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. αʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος ∆ημόφιλος ἔτη ιβʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἀμβρόσιος μετὰ Αὐξέντιον τῆς ἐκκλησίας Μεδιολάνων ἡγήσατο οὕτως· τοῦ δήμου στασιάζοντος περὶ προβολῆς ἐπισκόπου, Ἀμβρόσιος ἡγεμὼν τῆς χώρας τελῶν