1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

29

τοίνυν κρατεῖτε καὶ οὔτε μειόνων ἢ καθ' ὅσον νικᾶτε ἄξιοι καθεστήκατε οὔτε τοῦ προσήκοντος καταδεεστέραν παρ έχεσθε τὴν πεῖραν· μέτεστι δὲ τούτων ὑμῖν οὐκ ἐκ ῥᾳστώνης τε καὶ ἡδυπαθείας, ἀλλ' ἐκ πόνων συχνῶν καὶ ἱδρώτων καὶ τῆς τῶν κινδύνων μελέτης. 4 οὐκοῦν χρεὼν ὑμᾶς καὶ νῦν ἐμμένειν τοῖς προεγνωσμένοις καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ μέλλοντος πέρι, ὅπως ὅμοιον ἔσται, σκοπεῖν. τοῖς γὰρ μὴ ταῦτα λογιζομένοις οὐ μόνιμα τὰ τῆς εὐπραγίας, ἀλλὰ πρὸς τοὐναντίον ὡς τὰ πολλὰ μεταχωροῦσιν αἱ τύχαι. 5 καὶ τεκμήριον ἔστω σαφὲς τόδε τὸ τῶν Φράγγων πάθος, ἐφ' ᾧ νῦν ὑμεῖς δικαίως αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, οἱ δὲ πρὸς ἀλαζονείαν τραπέντες πόλεμον ἤραντο καθ' ἡμῶν, οὐ προορώ μενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον ἢ τοῖς ἡμῶν ὅπλοις. 6 αἰσχρὸν τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ταὐτὸ παθεῖν τοῖς βαρβάροις καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι, ὁπόσον τῇ ῥώμῃ. μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, ὡς οὐδὲν ἔτι πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθα ρέντων. καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ' οὐδ' ὣς ὑμῖν μετα θετέον τοὺς τρόπους οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. 7 οὐ μὴν οὐδὲ ξυμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φράγγοι πολυάνθρωπόν τι γένος καὶ μέγιστον καὶ λίαν ὀρθῶς τὰ πολέμια ἠσκημένον, ἀπόμοιρα δέ τις αὐτῶν οἱ νενικημένοι βραχεῖα καὶ ὅση μὴ δέος αὐτοῖς ἐμβαλεῖν, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀναστῆσαι. οὔκουν εἰκὸς αὐτοὺς ἠρεμήσειν οὐδὲ καθέξειν ἐν ἀπορρήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ' ἡμῶν ἥξουσι καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. 8 νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ, παρέντες τὴν ῥᾳθυμίαν ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον. 9 οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν 57 ἐνδοῖεν, (εἰρήσθω γὰρ ἄμφω) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ κείσεται καὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι.» 10 Τοιαῦτα τοῦ Ναρσοῦ παραινέσαντος αἰδὼς ἅπαντα κατεῖχε τὸν στρατὸν μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες ἐς τὰ πάτρια ἤθη μετεκοσμοῦντο. 13. Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους ἄνδρας μαχίμους ἀποκεκριμένοι, οἳ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθη κότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ' ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐτίκα οἵ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. 2 βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον τῷ ἐν ὄρει κεῖσθαι ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀποτόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἵδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔ τι μάλα ἠβού λοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ' αὐτοὺς ἴοι. 3 ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβα ρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιτγόρων καλουμένων (Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίτγορες), ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργότατος καὶ οἷος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλ λεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθέν δε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. 4 εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ' αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷόν τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο καὶ πάντοθεν ἐφρούρει, ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον ἐσκομίζοιτο μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾗ βούλοιντο ἴοιεν. 5 ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι