29
θηριώδεσιν ἀνοδίαις οὐ παρῆκεν 51.3 ἡ ἀκάματος ἡμῶν εὐσέβεια. καὶ εἰ καὶ τὰ μάλιστα ἐπιπολὺ ὑπερεθέμην γράψαι τὴν πρόθεσιν τῆς ἐμῆς διανοίας προσδοκῶν αὐθαίρετόν σε παραγενέσθαι πρὸς ἡμᾶς καὶ τῶν καμάτων αἰτεῖν θεραπείαν, ὅμως, ἐπειδὴ ἴσως ὁ φόβος τὴν προαίρεσιν τῆς προθέσεως ἐνεπόδισε, διὰ τοῦτο δωρεᾶς πληρέστατα γράμματα πρὸς τὴν σὴν στερρότητα διεπεμ ψάμεθα, ἵνα ἀφόβως ταῖς ἡμετέραις προσόψεσι ταχεῖαν τὴν σαυτοῦ παρουσίαν παρασχεῖν σπουδάσῃς, ὑπὲρ τοῦ τῆς σαυτοῦ ἐπιθυμίας ἀπολαύσας καὶ πειραθεὶς ἡμῶν τῆς φιλαν 51.4 θρωπίας τοῖς ἰδίοις ἀποκατασταθῇς. τούτου γὰρ ἕνεκα καὶ τὸν δεσπότην μου καὶ ἀδελφόν μου Κώνσταντα τὸν Νικητὴν Αὔγουστον ὑπὲρ σοῦ παρεκάλεσα, ἵνα τοῦ ἐλθεῖν ἐξουσίαν σοι δῷ, ἐπὶ τῷ ἀμφοτέρων ἡμῶν ἐπινευόντων τῇ πατρίδι ἀποκατασταθῇς ἔχων τοῦτο τῆς ἡμῶν χάριτος ἐνέχυρον. 51.5τ Ἐπιστολὴ δευτέρα Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν καὶ ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν, δι' ὧν προ τρεπόμεθα, χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε δημοσίοις ὀχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμῇς ἀπολαῦσαι δυνηθῇς. 51.6τ Ἐπιστολὴ τρίτη Ἡνίκα ἐν τῇ Ἐδέσσῃ διετρίβομεν, παρόντων τῶν σῶν πρεσβυτέρων ἤρεσεν, ὅπως ἀποσταλέντος πρεσβυτέρου πρὸς σὲ ἐλθεῖν εἰς τὸ ἡμέτερον κομιτάτον σπουδάσῃς ἐπὶ 51.7 τῷ ἰδόντα σε τὴν ἡμετέραν πρόσοψιν εὐθέως εἰς τὴν Ἀλεξάνδρειαν ὁδεύσῃς. ἀλλ' ἐπει δὴ πλεῖστος χρόνος παρῆλθεν, ἀφ' οὗ γράμματα δεξάμενος παρ' ἡμῶν οὐκ ἀπήντησας, διὰ τοῦτο καὶ νῦν ὑπομνῆσαί σε ἐσπουδάσαμεν, ἵνα καὶ νῦν τὴν σὴν παρουσίαν ταχεῖαν ποιῆσαι πρὸς ἡμᾶς σπουδάσῃς καὶ οὕτω δυνηθῇς τῇ τε πατρίδι σου ἀποκατασταθῆναι 51.8 καὶ τῆς εὐχῆς σου ἐπιτυχεῖν. πρὸς δὲ πληρεστέραν διήγησιν Ἀχιτᾶν τὸν διάκονον ἀπεστείλαμεν, παρ' οὗ δυνήσῃ μαθεῖν τῆς τε ἡμετέρας ψυχῆς τὴν προαίρεσιν καὶ ὅτι τούτων ὧν εὔχῃ τυχεῖν δυνήσῃ.
52.1 Ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα γράφει, ἐγὼ δὲ δεξάμενος ἀνῆλθον εἰς τὴν Ῥώμην συντάξασθαι τῇ ἐκκλησίᾳ καὶ τῷ ἐπισκόπῳ· ἐν τῇ Ἀκυλίᾳ γὰρ ἤμην, ὅτε ταῦτα ἐγράφη. καὶ ἡ μὲν ἐκκλησία πάσης χαρᾶς πεπλήρωτο, ὁ δὲ ἐπίσκοπος Ἰούλιος συγχαίρων τῇ ἐπανόδῳ γράφει πρὸς τὴν ἐκκλησίαν. καὶ διερχομένους ἡμᾶς οἱ ἐπίσκοποι καθεξῆς μετ' εἰρή νης προέπεμψαν. καὶ ἔστι τὰ γραφέντα ταῦτα· 52.2ν Ἰούλιος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ παροικοῦντι Ἀλεξάνδρειαν. Συγχαίρω κἀγὼ ὑμῖν, ἀγαπητοὶ ἀδελφοί, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πίστεως ἐπ' ὀφθαλμῶν λοιπὸν ὁρᾶτε. τοῦτο γὰρ καὶ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Ἀθανασίου, ὃν διὰ τὴν καθαρότητα τοῦ βίου καὶ διὰ τὰς ὑμετέρας 52.3 εὐχὰς θεὸς ὑμῖν ἀποδίδωσιν. ἐκ δὴ τούτου συνορᾶν ἔστι καθαρὰς ὑμᾶς καὶ μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν θεόν. μνήμονες γὰρ ὄντες τῶν οὐρανίων ἐπαγγελιῶν καὶ τῆς πρὸς αὐτὰς ἀγωγῆς, ἣν ἐκ τῆς διδασκαλίας τοῦ προειρημένου ἀδελφοῦ μου ἐπαιδεύθητε, ἔγνωτε ἀληθῶς καὶ κατὰ τὴν προσοῦσαν ὑμῖν ὀρθὴν πίστιν κατειλή φατε, ὡς οὐκ ἂν εἰς τέλος ἀφ' ὑμῶν ἀποσχοινισθήσεται οὗτος, ὃν ἐν ταῖς θεοσεβεστάταις 52.4 ὑμῶν ψυχαῖς ἀεὶ ὡς παρόντα ἐσχήκατε. οὐκοῦν οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι. ὅσα γὰρ ὑμῖν ἂν λεχθῇ παρ' ἐμοῦ, ταῦθ' ἡ ὑμετέρα πίστις προὔλαβε 52.5 καὶ πεπλήρωκε κατὰ θεοῦ χάριν τὰ τῆς κοινῆς πάντων ἡμῶν εὐχῆς. συγχαίρω τοίνυν ὑμῖν, πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε, καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι καίπερ πολλὰ πάσχων λυπηρὰ οὐδεμίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ' ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς ὡς συνὼν ὑμῖν διῆγεν.