γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον τρεῖς αὐτοῦ φίλοι παρακαλέσαι αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυ χαίων τύραννος, Σοφὰρ ὁ Μιναίων βασιλεύς. Καὶ φιλονείκως μὲν καὶ ἀνελεημόνως αὐτοὶ ἐλάλησαν αὐτῷ, ἐναλλόμενοι κατ' αὐτοῦ· ὥστε καὶ ἁμαρτίαν αὐτοῖς ἐκ τούτου λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσεν ὑπὲρ αὐτῶν τὸν Θεὸν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τοῦ μὲν Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ἐννέα· τοῦ δὲ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς, τοῦ δὲ Σοφὰρ πρὸς αὐτὸν δύο, καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔστι δὲ καὶ τοῦ Ἐλιοῦς τοῦ Βαραχιὴλ, τοῦ Βουζίτου, αʹ. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δεύτερον. Βιβλίον ιηʹ, Οἱ ιβʹ προφῆται. Ὠσηὲ, αʹ. Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν τοῦ ∆αβὶδ, Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιᾶ καὶ Ἀσᾶ, Ἀχίας ὁ Σλωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνεμῆ· ἐπὶ δὲ τοῦ Ἰωσαφὰτ καὶ τοῦ Ἀχαὰβ Ἠλίακαὶ Ἐλισσαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοῦ ὁ τοῦ Ἀμῆ, καὶ Ὀζιὴλκαὶ Ἐλιάδα. Ἀλλ' οὐ φέρεται τούτων ἴδια συγγράμματα, εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν 28.360 οὗτοι, Ὠσηὲ, καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τοῦ τε Ἰούδα, Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζκαὶ Ἐζεκίου βασιλέως Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ προεφήτευσαν. Ἐγένετο δὲ λόγος πρὸς τὸν Ὠσηὲ, καὶ προφητεύει οὗτος τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σα μαρείας. Καὶ ἐλέγξας καὶ συγκλείσας αὐτοὺς εἰς ἀπείθειαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι' ἧς αὐτὸς ἔλαβε πόρνης γυναικὸς, ἢν καὶ λαβὼν ἐσωφρό νισεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας. Ἀμὼς, βʹ. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ καὶ τῷ Ἡσαΐᾳ· ἐπὶ γὰρ Ὀζίου βασιλέως Ἰούδκαὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν ∆α μασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαιμὰν, υἱῶν Ἀμμὼν καὶ Μωάβ. Καὶ οὗτος ἐλέγχει καὶ συγκλείει πάντας εἰς ἀπεί θειαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ, διαβάλλοντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ, ὡς λέγοντα κατ' αὐτοῦ καὶ κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζό μενος, καὶ λέγων τὰ λόγια, καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Μιχαίας, γʹ. Οὗτος δεύτερος μὲν τῶν προειρημένων γέγο νεν· ὅτι μετὰ Ὀζίαν προεφήτευσε· συνεχρόνισε δὲ αὐτοῖς, ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, ἤρξατο προφητεύειν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερου σαλὴμ, καὶ Σαμάρειαν, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προση μαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος, λέγων· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου.» Ἰωὴλ ὁ τοῦ Βαθουὴλ, δʹ. Λόγος Κυρίου ἐγένετο πρὸς τοῦτον, καὶ προφη τεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν περὶ τῆς ἁλώσεως τῆς γῆς καὶ τῶν ἐν αὐτῇ. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, καὶ τῆς εἰς πάντας γενησομένης ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετα νοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων. Ἀβδιοῦ, εʹ. Ὅρασιν
29