πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ ρωτέρα ἡ διὰ πίστεως ἐνέργεια τῶν σοφιστικῶν ὑμῶν συλλογισμῶν. Ἡμεῖς τοίνυν οἱ Χριστιανοὶ οὐκ ἐν σοφίᾳ λόγων Ἑλληνικῶν ἔχομεν τὸ μυστήριον· ἀλλ' ἐν δυνάμει πίστεως ἐπιχορηγουμένης ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ παρὰ Θεοῦ. Καὶ ὅτι ἀληθής ἐστιν ὁ λόγος, ἰδοὺ νῦν, μὴ μαθόντες ἡμεῖς γράμματα, πιστεύομεν εἰς τὸν Θεὸν, ἐπιγινώσκοντες διὰ τῶν ποιημάτων αὐτοῦ τὴν εἰς πάντα πρόνοιαν. Καὶ ὅτι ἐνεργής ἐστιν ἡ πίστις ἡμῶν, ἰδοὺ νῦν ἡμεῖς ἐπερειδόμεθα τῇ πίστει τῇ εἰς τὸν Χριστὸν, ὑμεῖς δὲ σοφιστικαῖς λογομαχίαις. Καὶ τὰ μὲν παρ' ὑμῖν τῶν εἰδώλων φάσματα καταρ γεῖται, ἡ δὲ παρ' ἡμῖν πίστις ἐπεκτείνεται πανταχοῦ. Καὶ ὑμεῖς μὲν συλλογιζόμενοι καὶ σοφιζόμενοι, οὐ μεταπείθετε ἀπὸ Χριστιανισμοῦ εἰς Ἑλληνισμόν· ἡμεῖς δὲ τὴν εἰς Χριστὸν πίστιν διδάσκοντες, ψιλοῦ μεν ὑμῖν τὴν δεισιδαιμονίαν, ἐπιγινωσκόντων πάντων τὸν Χριστὸν εἶναι Θεὸν, καὶ τοῦ Θεοῦ Υἱόν. Καὶ ὑμεῖς μὲν τῇ καλλιεπείᾳ οὐκ ἐμποδίζετε τὴν τοῦ Χριστοῦ διδασκαλίαν· ἡμεῖς δὲ, ὀνομάζοντες τὸν ἐσταυρωμένον Χριστὸν, πάντας διώκομεν δαί μονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς. Καὶ ἔνθα τὸ σημεῖον τοῦ σταυροῦ γίνεται, ἀσθενεῖ μὲν μαγεία, οὐκ ἐνεργεῖ δὲ φαρμακεία. Εἴπατε γοῦν, ποῦ νῦν ὑμῶν τὰ μαντεῖα; ποῦ αἱ τῶν Αἰγυπτίων ἐπαοιδαί; ποῦ τῶν μάγων αἱ φαν 26.953 τασίαι; πότε ταῦτα πάντα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ τοῦ Χριστοῦ σταυρὸς γέγονεν; Ἆρα οὖν ἄξιος οὗτος χλεύης, ἢ μᾶλλον τὰ καταργούμενα παρ' αὐτοῦ καὶ ἐλεγχόμενα ἀσθενῆ; Καὶ γὰρ καὶ τοῦτο θαυμαστόν ἐστιν· ὅτι τὰ μὲν ὑμέτερα οὐδέποτε ἐδιώχθη, ἀλλὰ καὶ παρὰ ἀνθρώπων κατὰ πόλιν τι μᾶται· οἱ δὲ τοῦ Χριστοῦ διώκονται, καὶ μᾶλλον τὰ παρ' ἡμῖν ὑπὲρ τὰ ὑμέτερα ἀνθεῖ καὶ πληθύνει. Καὶ τὰ μὲν ὑμέτερα εὐφημούμενα καὶ περικλειόμενα διαφθείρεται· ἡ δὲ τοῦ Χριστοῦ πίστις καὶ ἡ διδα σκαλία, χλευαζομένη παρ' ὑμῶν, καὶ διωχθεῖσα παρὰ βασιλέων πολλάκις, πεπλήρωκε τὴν οἰκουμένην. Πότε γὰρ οὕτω θεογνωσία ἐξέλαμψεν; ἢ πότε οὕτω σωφροσύνη καὶ ἀρετὴ παρθενίας ἐφάνη; ἢ πότε οὕτως ὁ θάνατος κατεφρονήθη, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Χριστοῦ γέγονε; Τοῦτο δὲ οὐδεὶς ἀμφιβάλλει βλέπων τοὺς μάρτυρας διὰ τὸν Χριστὸν καταφρονοῦντας τοῦ θανάτου, βλέπων τὰς τῆς Ἐκκλησίας παρθένους διὰ τὸν Χριστὸν καθαρὰ καὶ ἀμίαντα τὰ σώματα φυ λαττούσας. Καὶ ἔστι μὲν ἱκανὰ ταῦτα τεκμήρια δεῖξαι τὴν κατὰ Χριστὸν πίστιν μόνην ἀληθῆ εἶναι εἰς θεοσέ βειαν. Ἰδοὺ ἀκμὴν ὑμεῖς ἀπιστεῖτε ζητοῦντες τοὺς ἐκ τῶν λόγων συλλογισμούς. Ἡμεῖς μὲν οὐκ ἐν πειθοῖς σοφίας Ἑλληνικῆς λόγοις, ὡς εἶπεν ὁ διδάσκαλος ἡμῶν, ἀποδείκνυμεν· τῇ δὲ πίστει πείθο μεν ἐναργῶς προλαμβανούσῃ τὴν ἐκ τῶν λόγων κατα σκευήν. Ἰδοὺ πάρεισιν ὧδε ὑπὸ δαιμόνων πάσχοντες· ἦσαν δέ τινες ἐλθόντες πρὸς αὐτὸν ὑπὸ δαιμόνων ἐνοχλούμενοι, καὶ παραγαγὼν αὐτοὺς εἰς τὸ μέσον, ἔφη· Ἢ ὑμεῖς τοῖς συλλογισμοῖς αὐτῶν, καὶ ᾗ ἂν βούλησθε τέχνῃ ἢ μαγείᾳ, ἐπικαλούμενοι τὰ εἴδωλα ἑαυτῶν, καθαρίσατε αὐτούς· ἢ, εἰ μὴ δύνασθε, κατά θεσθε τὴν πρὸς ἡμᾶς μάχην, καὶ ὄψεσθε τοῦ σταυροῦ τοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ ταῦτα εἰπὼν, ἐπεκα λέσατο τὸν Χριστὸν, ἐσφράγισέ τε τοὺς πάσχοντας τῷ σημείῳ τοῦ σταυροῦ δεύτερον καὶ τρίτον. Καὶ εὐθὺς 26.956 ἔστησαν οἱ ἄνθρωποι ὁλόκληροι, σωφρονοῦντες καὶ εὐχαριστοῦντες τῷ Κυρίῳ λοιπόν. Καὶ οἱ μὲν λεγό μενοι φιλόσοφοι ἐθαύμαζον, καὶ ἀληθῶς ἐξεπλήττοντο ἐπὶ τῇ συνέσει τοῦ ἀνδρὸς, καὶ τῷ γενομένῳ σημείῳ· ὁ δὲ Ἀντώνιος ἔφη, Τί θαυμάζετε ἐπὶ τούτῳ; οὐκ ἐσμὲν ἡμεῖς οἱ ποιοῦντες, ἀλλ' ὁ Χριστός ἐστιν, ὁ διὰ τῶν εἰς αὐτὸν πιστευόντων ταῦτα ποιῶν. Πιστεύσατε οὖν καὶ ὑμεῖς· καὶ ὄψεσθε, ὅτι οὐ τέχνη λόγων τὰ παρ' ἡμῖν ἐστιν,
29