29
ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Ἐὰν οὖν μὴ ἀφῆτε τοῖς ἡμαρτηκόσιν, πῶς ὑμεῖς λήψεσθε τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν; Oὐχὶ τοὐναντίον ἑαυτὸν δεσμεύεις, λέγων ἀφιέναι καὶ μὴ ἀφιῶν; Τῷ ἑαυτῶν στόματι ἐναντιωθήσεσθε, λέγοντες ἀφιέναι καὶ μὴ ἀφιέντες. Γινώσκετε γάρ, ὅτι ὁ τὸν μὴ ἀδικήσαντα ἐκβάλλων ἢ τὸν ἐπιστρέφοντα μὴ προσδεχόμενος φονεύει τὸν ἀδελφὸν αὐτοῦ καὶ αἷμα ἐκχέει ὡς Καν Ἄβελ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ βοῶν πρὸς τὸν Θεὸν ἐκζητηθήσεται. ∆ίκαιος γὰρ ἀδίκως φονευθεὶς ὑπὸ τινὸς παρὰ Θεῷ ἐν ἀναπαύσει ἔσται εἰς τὸν αἰῶνα, ὡσαύτως καὶ ὁ ματαίως ἀφορισθεὶς ὑπὸ τοῦ ἐπισκόπου. Ὁ μέντοι ἐκβάλλων ὡς λοιμὸν τὸν ἀναίτιον, πικρότερος φονέως ὁ τοιοῦτος, οὐκ ἀφορῶν εἰς τὸ τοῦ Θεοῦ ἔλεος, οὐδὲ μνημονεύων αὐτοῦ τὴν ἐπὶ τοῖς μετανοοῦσιν ἀγαθωσύνην, οὐδὲ λαμβάνων σκοποὺς τῶν τοιούτων τοὺς ἐκ πλήθους παραπτωμάτων ἐν μετανοίᾳ εἰληφότας ἄφεσιν. ∆ιὰ τοῦτο ἰταμώτερος σωματικοῦ φονέως ὁ τὸν ἀναίτιον ἀπορρίπτων. Ὡσαύτως καὶ ὁ μὴ προσδεχόμενος τοὺς μετανοοῦντας σκορπίζει τὰ τοῦ Χριστοῦ, κατ' αὐτοῦ γινόμενος· ὡς γὰρ δίκαιός ἐστιν ὁ Θεὸς ἐν τῷ κρίνειν τοὺς ἁμαρτωλούς, οὕτως ἐλεήμων ἐν τῷ προσδέ χεσθαι τοὺς ἐπιστρέφοντας. Ἔλεος γὰρ καὶ κρίσιν ᾖδεν αὐτῷ ὁ θεοφιλὴς ∆αυίδ. Χρὴ δέ σε, ὦ ἐπίσκοπε, πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰ προωδευκότα καὶ ἐμπείρως αὐτοῖς κεχρῆσθαι πρὸς νουθεσίαν τῶν στυπτικῶν ἢ παρακλητικῶν δεομένων λόγων· ἔτι καὶ ἐν τῷ κρίνειν σε δίκαιον τῷ τοῦ Θεοῦ ἐξακολουθεῖν θελήματι, καὶ ᾗ ὁ Θεὸς δικάζει τοὺς ἁμαρτάνοντας καὶ ἐπιστρέφοντας, παραπλησίως καὶ σὲ κρίνειν. Ἢ γὰρ οὐχὶ καὶ τὸν ∆αυὶδ ὀλισθήσαντα ὀνειδίσας διὰ τοῦ Νάθαν καὶ εἰπόντα μετανοεῖν εὐθὺς καὶ τοῦ θανάτου λυτροῦται λέγων· «Θάρσει, οὐ μὴ ἀποθάνῃςή; Ἰωνᾶν μὴ θελήσαντα Νινευί ταις κηρῦξαι ὑπὸ θαλάσσης καὶ κήτους καταποθῆναι ποιήσας, εὐξαμένου ἐν κοιλίᾳ, ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωὴν αὐτοῦ; Ἐζεκίαν πρὸς ὀλίγον τυφωθέντα, εὐξάμενον μετὰ δακρύων, ἀφῆκεν τοῦ ἐγκλήματος; Ἀκούσατε δή, ὦ ἐπίσκοποι, πρὸς τὰ τοιαῦτα ὠφέλιμον ὑπόδειγμα· γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλει πομένων τῇ τῶν ἡμερῶν οὕτως· «Μανασσῆς υἱὸς Ἐζεκίου ἐν τῷ βασιλεύειν αὐτὸν δωδεκαετής, καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐψιβά. Καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον