Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
εὕρηται. 69.804 Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; (A f. 83 b.) Τοῦτον τὸν στίχον ὡς ἐν ἐρωτήσει ἀναγνωστέον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι "Πάντες ἐξέκλι ναν" καὶ ἐργάζονται τὴν ἀνομίαν, νῦν φησι· "Καὶ ἆρα οὐ μέλλουσι γινώσκειν οὗτοι τὸν Κύριον, καὶ πιστεύειν εἰς αὐτόν;" Ναὶ πάντως πολλοὶ πιστεύσου σιν· εἰσὶ δὲ οἳ καὶ μενοῦσιν ἐν ἀπιστίᾳ, καὶ διώξουσι καὶ τυραννήσουσι τοὺς πιστεύσαντας εἰς Χριστόν. Ἐκεῖ ἐδειλίασαν φόβον οὗ οὐκ ἦν φόβος. (A f. 84.) Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ Ψαλμωδός. Ἰουδαῖοι γοῦν οἱ ἐν ἀπιστίᾳ μεμενηκότες, ψοφοδεῆ φόβον ἐφοβήθησαν, ὃν οὐκ ἔδει αὐτοὺς φο βηθῆναι. Τίς δὲ ὁ ἀνόητος φόβος; Ἐδειλίασαν, μή ποτε παραδεξάμενοι τὸν Χριστὸν, καὶ εἰς αὐτὸν πι στεύσαντες προσκρούωσι τῷ Θεῷ. Λεχθείη δ' ἂν καὶ περὶ τῶν πιστευσάντων ἡ τοῦ στίχου δύναμις, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὁ μὲν νόμος, φησὶ, Μωσέως κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν, ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρ εσκεύασε. Μετὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον, καθ' ὃν δηλονότι ἡ ἐπιφάνεια· φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος, ἐκ νομικῆς δηλονότι ἀπειλῆς, ἀλλ' ἡ πρέ πουσα μᾶλλον ἐλευθέροις εὐλάβεια. 69.805 Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; (A f. 84.) Ὅρα πῶς διψῇ τὸν Κύριον, καὶ οἶον μέλλοντος οὐκ ἀνέχεται, καθ' ὃν ἐπιλάμψειν ἔμελλε καιρὸν τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι Χριστός. Φησὶ δὲ αὐτὸν σωτήριον τοῦ Ἰσραὴλ, διὰ τὸ ἀφικέσθαι τάχα πρωτοτύπως ἕνεκα τοῦ Ἱσραήλ. Ἔφη γάρ· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Ἢ καθ' ἕτερον τρόπον· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, Ἰουδαίων ἦσαν αἱ ἐπαγγελίαι, αἱ νομοθεσίαι, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες ἐξ ὧν γεγένηται τὸ κατὰ σάρκα Χριστός. ∆ιψῶ οὖν τὴν παρουσίαν αὐτοῦ, ὁ προφήτης φησί. Τίς μοι δώσει ἰδεῖν τὸν Σωτῆρα ἢ ἐκ τῆς ἄνω Σιὼν καὶ τοῦ οὐρανοῦ ἐπιδημήσαντα, ἢ ἐκ τῆς κάτω Σιὼν διὰ τῆς κατὰ σάρκα γεννήσεως προερχό μενον;
ΨΑΛΜΟΣ Ι∆ʹ.
Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; (C f. 25.) Ὄρος ἅγιόν ἐστιν ἡ
βασιλεία τοῦ μέλ λοντος αἰῶνος· ὄρος, διὰ τὸ ὑψηλὸν καὶ ὑπερκείμε νον· ἅγιον, ἐπειδὴ ἐν αὐτῷ οὐ κατοικεῖ βέβηλος. Ὁ τοίνυν παροικῶν ἐν τῷ βίῳ τούτῳ, καὶ τῇ νῦν πολι τείᾳ ὡς σκιᾷ καὶ χόρτῳ κατὰ πάροδον χρώμενος, οὗτος κατασκηνοῦν, τουτέστι κατοικεῖν, ἐν τῇ μελ λούσῃ βασιλείᾳ δυνήσεται. Τίς δὲ ὁ τοιοῦτος, καὶ πῶς πολιτευόμενος, ἔχει τοῦ ψαλμοῦ τὰ ἐπαγό μενα. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. (B f. 50) Ἔχει τι τὸ ἀσαφὲς ὁ λόγος· ἄδηλον γὰρ πότερόν ποτε παρὰ τῶν ἔγγιστά τισιν οὐκ ἔλαβεν ὀνειδισμὸν, ἤγουν αὐτὸς κατ' ἐκείνων τὸν ὀνειδισμόν; Καὶ οἶμαι δὲ ἔγω γε τοῖς δικαιοσύνης ἐπιμεληταῖς ἐπεῖναι πρέπειν κατ' αὐτὸν ἀμφότερα. Καρπὸς γὰρ εἰς λῆξιν τῆς ἐπιεικείας τὸ σεπτὸν οὕτω ποιεῖσθαι τοῦ βίου ἀγωγὴν, ὥστε μὴ παρ' ἑτέρων ὀνειδίζεσθαι τυχὸν ἐπὶ τῇ τῶν καλλίστων ῥᾳστώνῃ, μήτε μὴν αὐ τὸν κατονειδίζειν ἑτέροις, κἂν εἴ πού τι διαπέσειάν τε καὶ διαπταίσειαν· νοσεῖ γὰρ ἀνθρώπου φύσις, καὶ πίπτει ῥᾳδίως εἰς τὸ πλημμελές. (B f. 50.) Ἡ ἐξουδένωσις οὐκ ἐξ ὑπερόπτου φρο νήματος, ἀλλ' ἐκ μισοκάκου μᾶλλον καὶ βδελυττομέ νου τὰ πονηρά.
ΨΑΛΜΟΣ ΙΕʹ.
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. (C f. 269.) Πάλιν καὶ τοῦτο πρέπον τῇ
τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι' ὁμολογίας δικαίωσιν. (A f. 88 b) Ἐνταῦθα τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν ὁ Σωτὴρ, τοὺς