Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χριστοῦ. Καὶ οἱ μὲν ἄλλοι πάντες Λευῗται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἐπὶ τὴν πρώτην σκηνήν. Μόνος δὲ καὶ ἐκ πάντων ὁ θεσπέσιος Ἀαρὼν, ἅπαξ τοῦ ἐνιαυτοῦ, κατὰ τὸ γεγραμμένον, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει, καὶ οὐ χωρὶς αἵματος, κατὰ τὸν 69.89 νόμον. Τύπος δ' ἂν εἴη καὶ τόδε Χριστοῦ τοῦ τεθνεῶτος ἅπαξ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, εἰσελαύνοντος δὲ καὶ εἰς τὴν ἄνω τε καὶ ἱερωτάτην σκηνήν. Ταύτην γὰρ ἡμῖν ἐνεκαίνισεν ὁδὸν, ἁγιάζων τε τῷ αἵματι τῷ ἰδίῳ τὴν Ἐκκλησίαν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς, προκεχειρισμένος εἰς ἀποστολὴν, ἐδέετο τοῦ Θεοῦ, λέγων· ∆έομαι, Κύριε, οὐκ εὔλαλός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου, ἰσχνόφωνος, καὶ βραδύγλωσσος ἐγώ εἰμι. Προσετίθει δὲ τούτοις· Προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστελεῖς. Εἶτα πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Οὔκ· ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης, ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι, καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σου. Καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ, καὶ ἐρεῖς πρὸς αὐτὸν, καὶ δώσεις τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε, καὶ λαλήσει αὐτός σοι πρὸς τὸν λαὸν, καὶ αὐτὸς ἔσται σου στόμα. Βραδύγλωσσος μὲν γὰρ ὁμολογουμένως καὶ εὐστομεῖν οὐκ εἰδὼς ὁ πάλαι νόμος διὰ κύκλου μόλις μακροῦ, τοῦ κατὰ τὸ Γράμμα φημὶ, μονονουχὶ καὶ ὑποψελλίζων ἡμῖν τὸ Θεῷ δοκοῦν· στόμα δὲ Μωσέως τὸ εὐφωνότατον, ὁ Χριστὸς, μεθιστὰς τοὺς τύπους εἰς ἀλήθειαν, καὶ προτιθεὶς ἑτοίμην τοῖς ἁπανταχοῦ τῶν ἀναγκαίων τὴν εἴδησιν. Τοιγάρτοι φησὶν ἐν τεσσαρακοστῷ καὶ ὀγδόῳ Ψαλμῷ· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἀνετυποῦτο δὴ οὖν ὡς ἐν Ἀαρὼν ὁ Χριστός. Καὶ τό γε παραδοξότερον. Μὴ γάρ τοι θαυμάσῃς, εἰ ἐν τοῖς ἐγνωκόσιν αὐτὸν καὶ ἐν εἰδήσει τῶν νόμων τῆς ἰδίας ὑπεροχῆς ἐσκιαγράφει τὸ μέγεθος· ὅτε καὶ ὡς ἐν ἀνδρὶ πέφηνεν ἀλλογενεῖ, καὶ αἰχμαλωσίας ἀνιέντι τὸν Ἰσραὴλ, καὶ τὴν ἁγίαν καὶ ἱερὰν θεμελιοῦντι πόλιν, καὶ ἔχοντι ἄμαχον τὴν κατὰ πάντων ἰσχύν. Ποιήσομαι δὲ σαφῆ τὴν ἀφήγησιν, βραχυλογήσας ὡς ἔνι. εʹ. Ἦκτο μὲν αἰχμάλωτος ἡ Ἰουδαία ποτὲ, καὶ μακροὺς ἐν Βαβυλῶνι κατετρύχοντο χρόνους οἱ ἐξ Ἰσραὴλ, σκληρᾷ καὶ βαρβάρῳ δουλείᾳ κατηχθισμένοι. Ἐπεὶ δὲ ὁ Καμβύσου Κῦρος Μήδων τε ἅμα καὶ μὴν καὶ Περσῶν ἐξηρτημένος τὸ κράτος, πόλεμον αἵρεται πρὸς Ἀσσυρίους ὁμόρους ὄντας καὶ γείτονας, τότε δὴ τότε καὶ αὐτὴν τὴν Βαβυλῶνα κατὰ κράτος ἑλὼν, ἀνῆκε τοὺς Ἰουδαίους τὴν Ἀσσυρίων θρηνοῦντας πλεονεξίαν, καὶ οὐκ ἀδακρυτὶ προσθέοντας· διαβεβαιουμένους τε ὅτι καὶ προείρητο παρὰ Θεοῦ διὰ φωνῆς ἁγίων, ὅτι καὶ ἥξει κατὰ καιροὺς, καὶ περιέσται τῶν ἀνθεστηκότων, καὶ αὐτὸς ἀνήσει δεσμῶν τοὺς ἠδικημένους· καὶ ὅτι τὸν οἶκον ἐγερεῖ πάλιν αὐτὸς τὸν ἐν Ἱεροσολύμοις, ὃν Ἀσσύριοι καταπιμπρῶντες, ἐδυσσέβουν εἰς Θεόν. Καὶ ψευδοεποῦντας ἐν τούτοις τοὺς ἐξ Ἰσραὴλ οὐχ εὑρήσομεν, τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες γραφάς. Ἔφη δὲ οὕτω Θεὸς διὰ φωνῆς Ἡσαΐου· Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος 69.92 διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Ὁ λέγων Ἱερουσαλὴμ, Κατοικηθήσῃ· καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας, Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ. Ὁ λέγων τῇ ἀβύσσῳ, Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλὴμ, Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς