Quod unus sit Christus ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ

 ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. {Β} Ἔφης μὲν ὀρθῶς. {Α} Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μ

 καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶνα

 Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δ

 παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θ

 ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει

 θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα

 τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; {Β} Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσ

 δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ

 ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡ

 μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ

 ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶ

 ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ

 ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπ

 τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μ

 τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονε

 γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν

 λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ

 ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς

 συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν

 παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον κατ

 ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγον

 αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συ

 οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας α

 ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καί

 {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστ

 οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα

 τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸ

 κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον

 ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελ

 Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός

 διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπερι

 καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστρα

 δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος κα

 ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν

 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς

 Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπο

 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ

κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον. Ὤφθη γε μὴν τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατός, καὶ ἐπέφανεν ἡμῖν Θεὸς ὢν Κύριος. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος ∆αυείδ· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. {Β} Φρονεῖς μὲν ὀρθῶς. Ἐκεῖνοί γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν διατείνονται, πολλοῦ γε καὶ δεῖ. Κατ' οὐδένα γὰρ 762 τρόπον τὸ ἐπὶ τῷ σταυρῷ πάθος ἀξιοῦσι προσνέμειν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, παρασκευάσαι δὲ μᾶλλον φασὶν αὐτὸν τὸν συναφθέντα αὐτῷ κατ' ἰσοτιμίαν ἄνθρωπον τὰς ἐκ τῶν Ἰουδαίων ὑποστῆναι παροινίας, καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ μὴν καὶ αὐτὸν τὸν θάνατον, καὶ αὐτὸν γενέσθαι τῆς σωτηρίας ἡμῶν ἀρχηγόν, τῇ τοῦ συνόντος αὐτῷ Λόγου δυνάμει παλινδρομήσαντα πρὸς ζωήν, καὶ τὸ τοῦ θανάτου καταργήσαντα κράτος. {Α} Ἆρα οὖν ἔχοιεν ἐξ ἱερῶν Γραμμάτων τὸν ἐπὶ τούτοις ἡμῖν ἀληθῆ παραστῆσαι λόγον; Ἢ καινοτομοῦσι τὴν πίστιν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον, ἢ τάχα που οὐκ εἰδότες λέγειν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. {Β} Ναί, φασίν. Ἐμπεδοῖ γὰρ πρὸς τοῦτο ἡμᾶς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ὁ γάρ τοι, φασίν, ἐν ᾧ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα εἴη ἂν ἕτερος οὐδεὶς παρά γε τὸν ἐκ Θεοῦ φύντα Λόγον. Αὐτὸς τοιγαροῦν ἐτελείωσε διὰ παθημάτων τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τουτέστι τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Λελυτρώμεθα οὖν παρὰ Θεοῦ μὲν οὐκ ἔτιπῶς γὰρ ἢ πόθεν; ἀλλοτρίῳ δὲ μᾶλλον αἵματι. Καὶ τέθνηκέ τις ὑπὲρ ἡμῶν ὑποβολιμαῖος ἄνθρωπος καὶ υἱὸς ψευδώνυμος. Καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ὕθλος ἦν ἄρα καὶ φενακισμός, καὶ οὔτε γέγονεν ἄνθρωπος. Ἐπιγαψόμεθα δὲ Σωτῆρα καὶ Λυτρωτὴν ἥκιστα μὲν αὐτόν, ἐκεῖνον δὲ μᾶλλον ὃς τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Καίτοι γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταῦτα. Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Οὐδὲ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας 763 διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Οὐκοῦν, ὁ μὲν τύπος ἔχει τὸ ἐν αἵματι τῷ ἀλλοτρίῳ ποιεῖσθαι τὴν πρόσοδον, καὶ ἀποκαθαιρεῖσθαί τινας, τό γε μὴν ἀληθές, ἢ γοῦν ἡ ἀλήθεια, δέξεται πάντως που τὸ ἄμεινον, τουτέστι τὸ ἐν αἵματι τῷ ἰδίῳ τοῦτο δρᾶν εἰσελαύνοντα τὸν <Υἱὸν> οὐκ εἰς πρόσκαιρόν τινα καὶ χειροποίητον σκηνὴν τὴν ὡς ἐν σκιᾷ καὶ τύποις, ἀλλ' εἰς τὴν ἄνω καὶ ἀληθῆ, τουτέστιν εἰς τὸν οὐρανόν. Ἀνάγκη γὰρ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαιδῆλον δὲ ὅτι τοῖς τυπικοῖς τε καὶ ἀλλοτρίοιςαὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Ζητητέον οὖν ἄρα καὶ ἀναγκαίως ἐν Χριστῷ τὸ κρεῖττον ἢ κατὰ τοὺς τύπους, φημὶ δὲ τὸ ἀληθές, ὅπερ ἐστὶν ἐν αἵματι τῷ ἰδίῳ. {Β} Εὖ ἔφης. {Α} Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν κατεξανιστᾶσι <ἡμῖν> ῥῆσιν, ὡς ἐπ' ἀνθρώπου κοινοῦ προενηνεγμένην, φέρε λέγωμεν ἑλόντες ἀπ' ἀρχῆς τῶν γεγραμμένων μέχρι καταλήξεως τῆς ἀποχρώσης τῷ λόγῳ. Γέγραπται τοίνυν· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ