θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς ἱερὰς ὁμολογίας οὐχ, ὡς ἂν ἐκεῖνοι γελῶντες φαῖεν, ἄλλον ἀντ' ἄλλου τὰ θεῖα μυῶν. Oὐδὲ γὰρ τοῦτό φησιν ὡς «Ὑπὲρ τοῦ παιδὸς ἐγὼ τὰς ἀποταγὰς ἢ ἱερὰς ὁμολογίας ποιοῦμαι» ἀλλ' ὅτι «Ὁ παῖς ἀποτάσσεται καὶ συντάσσεται», τοῦτ' ἐστιν «Ὁμολογῶ τὸν παῖδα πείσειν εἰς νοῦν ἱερὸν ἰόντα ταῖς ἐμαῖς ἐνθέοις ἀναγωγαῖς ἀποτάξασθαι μὲν ὁλικῶς τοῖς ἐναντίοις, ὁμολογῆσαι δὲ καὶ ἐνεργῆσαι τὰς θείας ὁμολογίας». Oὐδὲν οὖν ὡς οἷμαι τὸ ἄτοπον, εἰ κατὰ θείαν ὁ παῖς ἀναγωγὴν ἀνάγεται καθηγεμόνα καὶ ἀνάδοχον ἱερὸν ἔχων ἕξιν αὐτῷ τῶν θείων ἐμποιοῦντα καὶ φυλάττοντα τῶν ἐναντίων ἀπείρατον. Μεταδίδωσι δὲ τῷ παιδὶ ἱερῶν συμβόλων ὁ ἱεράρχης, ὅπως ἐν αὐτοῖς ἀνατραφείη καὶ μηδὲ σχοίη ζωὴν ἑτέραν εἰ μὴ τὴν τὰ θεῖα θεωροῦσαν ἀεὶ καὶ κοινωνὸν αὐτῶν ἐν προκοπαῖς ἱεραῖς γινομένην ἕξιν τε ἱερὰν ἐν τούτοις ἴσχουσαν ἀναγομένην τε ἱεροπρεπῶς ὑπὸ τοῦ θεοειδοῦς ἀναδόχου. Τοσαῦτα, ὦ παῖ, καὶ οὕτω καλὰ τῆς καθ' ἡμᾶς ἱεραρχίας ὦπταί μοι τὰ ἑνοειδῆ θεάματα. Πρὸς ἄλλων δὲ ἴσως ὀπτικωτέρων νοῶν οὐ ταῦτα μόνον ἐθεωρήθη, φανερώτερα δὲ πολλῷ καὶ θεοειδέστερα. Καὶ σοὶ δὲ ὡς οἶμαι πάντως ἐλλάμψει τηλαυγέστερα κάλλη καὶ θειότερα τοῖς εἰρημένοις ἐπαναβαθμοῖς χρωμένῳ πρὸς ὑπερτέραν ἀκτῖνα. Μετάδος οὖν, ὦ φίλε, καὶ αὐτὸς ἐμοὶ τελεωτέρας ἐλλάμψεως καὶ δεῖξον ἐμοῖς ὀφθαλμοῖς, ἅπερ ἂν ἰδεῖν δυνηθείης εὐπρεπέστερα κάλλη καὶ ἑνοειδέστερα. Θαρρῶ γάρ, ὅτι τοῖς εἰρημένοις ἐγὼ τοὺς ἐναποκειμένους ἐν σοὶ τοῦ θείου πυρὸς ἀνασκαλεύσω σπινθῆρας.