«δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται». ἐν ἑτέρῳ δὲ τόπῳ φησὶ καί, ὅτι δύο καὶ ἐν τῷ ˉω δύω, ἤγουν δύο διὰ τοῦ ˉο μικροῦ καὶ δύω κατὰ ἔκτασιν, Ἀττικοὶ λέγουσιν ἑκατέρως, δυοῖν τε ἐπὶ γενικῆς καὶ δοτικῆς, τὸ δὲ δυεῖν σπάνιον παρὰ τοῖς παλαιοῖς, ἔστι δ' ὅμως παρὰ Θουκυδίδῃ. λέγουσι δὲ καὶ τῶν δύο καὶ τοῖς δύο. τὸ δὲ δυσί βάρβαρον, φησί, καὶ κατὰ χρῆσιν Ἀττικὴν καὶ κατὰ λόγον γραμματικόν. λέγει δὲ καί, ὅτι νεωτέρων τὸ γράφειν δυεῖν. οὐδὲν γὰρ δυϊκὸν εἰς ˉεˉιˉν λήγειν φασὶν οἱ ἀναλογικοί. Ὅμηρος δέ, φησί, ἐπὶ 3.61 μὲν ὀρθῆς δύο λέγει, οὕτω «δύο δ' αἰὲν ἔχον πατρώϊα ἔργα», ἐπὶ δὲ γενικῆς «τῶν δύο μοιράων», ἐπὶ δὲ αἰτιατικῆς «τὰς δύο χαλκείας», ἐπὶ δὲ κλητικῆς κατὰ ἔκτασιν «δεῦτε δύω μοι ἕπεσθον». (ῃ. 254 ετ 272) Ὅτι ταὐτολογεῖ καὶ ἐνταῦθα, εἰπὼν ἐν δυσὶ τόποις, ὡς καὶ προεδηλώθη, τὸ «ὅπλοις ἐνὶ δεινοῖσιν ἐδύτην», ὅ ἐστιν ὡπλίσθησαν. οὕτω δὲ δὶς ἐρεῖ καὶ τὸ «ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθετο». τοῦτο δὲ παραφράσας μετ' ὀλίγα παρεποίησεν ἐξ αὐτοῦ τὸ «Ὀδυσῆος πύκασε κάρη ἀμφιτεθεῖσα». Γέγονε δὲ καὶ νῦν ἡ ταὐτολογία ἢ πρὸς ἔνδειξιν σχεδιασμοῦ, ἢ διότι παραδέδοται, ὡς οὐκ ἐξ ἀνάγκης μεταποιεῖν χρὴ τὰ φρασθέντα καλῶς. Καὶ ὅρα τὸ «ἐδύτην», οὗ καθ' ὁμοιότητα νοητέον καὶ τὸ «δυσμενέων δῦναι στρατόν», καὶ «καταδῦναι Τρώων ὅμιλον», ἵνα ὥσπερ τὰ ὅπλα, οὕτω καὶ οἱ πολέμιοι κύκλῳ ἀμπέχωσι τὸν ἀριστέα καὶ οἷον ἐνδύωσι. Ταῦτα δὲ συντελεῖ καὶ εἰς τὸ «λάϊνον ἕσσο χιτῶνα». ὡς γὰρ δύεταί τις ὅμιλον Τρώων καὶ πόλιν Τρώων καὶ ὅπλα, οὕτω καὶ λίθους, ὧν ἐντὸς γίνεται. Ὅρα δὲ καὶ ὅτι ἐπὶ πολεμικῶν τευχέων καὶ νῦν τὰ ὅπλα κεῖται, δεινὰ λεχθέντα, ὡς δεινοῦ πολέμου ὄργανα ὄντα, πρὸς διαστολὴν ἑτεροίων ὅπλων τῶν καθ' ἑτέρας τέχνας, [ὧν τὰ ὅπλα οὐχ' οὕτω δεινά. Ὅρα δὲ ὡς τὴν τῶν ὅπλων δεινότητα οἷον ἐγάνωσε γλυκύτητι κάλλους τοῦ ἐκ τῶν παρίσων, ἅπερ εἰσὶ τὸ «ὅπλοισι δεινοῖσι».] (ῃ. 271) Τὸ δὲ «πύκασε κάρη ἀμφιτεθεῖσα» διαστέλλει καὶ αὐτό. ἔστι γὰρ καὶ ἑτέρα τις κυνῆ, οὐ πυκάζουσα πολέμου νόμῳ κάρη, ἀλλὰ πρὸς ἑτεροίαν διεσκευασμένη φυλακήν, ὁποία τις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «ἡλιοστερὴς κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει», ὅ ἐστι σκέπει τὴν αὐτῆς κεφαλὴν κυνῆ σκιάζουσα τὸν ἥλιον, ὡς μὴ κατακαίειν τὸ πρόσωπον. εἴη δ' ἂν ἴσως αὕτη κατὰ τὸν παρ' Ἡσιόδῳ ἀσκητὸν πῖλον, πλὴν ὅσον ἐκεῖνος μὲν κοινότερον ἐπινενόηται, ἵνα ὄμβρος οὔατα μὴ καταδεύῃ, ταύτην δὲ ὡς ἐξαίρετον ἐσκεύαζον Θετταλοὶ κατὰ ἡλίου καίοντος [πυκάζουσαν, ὅ ἐστι σκέπουσαν. ἐπὶ τοιαύτης γὰρ σημασίας τὸ πυκάζειν κυριολεκτεῖται.] (ῃ. 255-271) Ὅτι καὶ τὸν ὁπλισμὸν τῶν κατασκόπων παραδιδοὺς Ὅμηρος, ἵνα καὶ δι' αὐτοῦ ποικιλίαν χρησίμην ἐνυφάνῃ τῇ ποιήσει, ἄλλως τε καὶ διὰ παρενθέσεως δὲ ἱστοριῶν, φησί, ὅτι τῷ ∆ιομήδει μὲν ὁ Θρασυμήδης ἔδωκε φάσγανον ἄμφηκες, τὸ δὲ ἑὸν παρὰ νηῒ λέλειπτο, «καὶ σάκος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλοφον, ἥ τε καταῖτυξ 3.62 κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε, ῥινοῦ ποιητήν», ἤγουν πεποιημένην ἐκ δέρματος, «πολέσι δ' ἔντοσθεν ἱμᾶσιν ἐνδέδετο στερεῶς, ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα, εὖ καὶ ἐπισταμένως, μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει. τήν ῥά ποτ' ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετο Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας, Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι». Ἀμφιδάμας δὲ τῷ Κρητικῷ Μόλῳ «δῶκε ξεινήϊον εἶναι, αὐτὰρ ὅ», τουτέστιν ὁ Μόλος, «Μηριόνῃ δῶκεν ᾧ παιδί», τουτέστι τῷ ἰδίῳ υἱῷ, «φορῆναι. δὴ τότ' Ὀδυσσῆος πύκασε κάρη ἀμφιτεθεῖσα», ἤγουν πυκινῶς καὶ στερεῶς ἐκάλυψε τὴν τοῦ ἥρωος κεφαλήν. Καὶ ὅρα καινήν τινα περιπέτειαν πράγματος, πυκάζει γὰρ νῦν προγονικὴ περικεφαλαία τὴν Ὀδυσσέως κεφαλήν, ἐλθοῦσα διὰ πολλῶν. ἣν πάλαι μὲν ὁ κλέπτης πάππος Αὐτόλυκος ὑφείλετο, νῦν δὲ ὁ Μηριόνης εἶχε κτησάμενος ἐκ διαδοχῆς. Ὅρα δὲ καὶ ὡς, καθά που τὸ τοῦ βασιλέως γενεαλογικῶς ἐξέθετο σκῆπτρον, οὕτω κἀνταῦθα τὴν τοῦ Μηριόνου κυνέην, καὶ ὅτι,