1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

29

ἐν τῇ θαλάττῃ ἐποίουν. ὅμως ἀνερρώσθη, καὶ περὶ Ἄρταν ἀφιγμένος, ἐπεὶ τοὺς πάντας οἰκήτορας προσκειμένους εὗρεν αὐτῷ, εἶδε δὲ καὶ τὸ τῆς Βονδίτζης ἄστυ παρὰ τοῦ μέρους τούτου κρατούμενον, συναγαγὼν πάντας τοὺς ἡμετέρους ἐξ Ἄρτης ἐξήλασεν, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας τὰ Ἰωάννινα. ὁ μὲν οὖν σεβαστο κράτωρ Ἰωάννης καὶ Τορνίκιος ὁ πενθερὸς αὐτοῦ πρὸς τὸν αὐτοκράτορα ἐπανῄεσαν· ὃν καὶ τῷ τῶν δεσποτῶν τετίμηκεν ἀξιώματι, τὸν δὲ Τορνίκιον τῷ τῶν σεβαστοκρατόρων, καὶ τὸν αὐτάδελφον αὐτοῦ Κωνσταντῖνον σεβαστοκράτορα κατωνόμασεν. ἀλλὰ καὶ τὸν Στρατηγόπουλον Ἀλέξιον δι' ἐπιστολῆς τετίμηκε καίσαρα.

83 Ὁ δὲ βασιλεὺς ἔαρος ἐπιλάμψαντος κατὰ τῆς Κωνσταντίνου κεχώρηκεν. ἐπῆλθε γοῦν κατ' αὐτῆς τῷ ἐξαδέλφῳ αὐτοῦ Ἀσὲλ ἐξηπατημένος, ὑπισχνουμένου παραδοῦναι ταύτην αὐτῷ, καὶ ἐν τῷ Γαλατᾷ ἐστρατοπεδεύσατο καὶ τὸ τοῦ Γαλατᾶ ἐμάχετο φρούριον. ἀπιόντι οὖν ἐκεῖθεν πρέσβεις ἐκ Λατίνων ἧκον περὶ ἀγάπης, καὶ γέγονε χρόνον ἕνα.

84 Ἧκεν οὖν εἰς Πηγάς, εἶτα πρὸς Νύμφαιον. ἧκε καὶ περὶ Κλαζομενήν, οὗ ἧξε καὶ ὁ σεβαστοκράτωρ Τορνίκιος καὶ δι' ὄχλου γέγονε τῷ βασιλεῖ διὰ τὸν πατριαρχεύσαντα Ἀρσένιον. ὁ γὰρ πατριαρχικὸς ἐχήρευε θρόνος, τοῦ πατριαρχεύσαντος Νικηφόρου, ὃς ἀπὸ τῆς Ἐφέσου εἰς τὸν πατριαρχικὸν μετετέθη θρόνον, ἀπάραντος τῶν ἐνθένδε μηδ' ὅλον ἐνιαυτὸν διαρκέσαντος. ὁ δὲ Ἀρσένιος προεκλήθη ἀπὸ τοῦ βασιλέως Θεοδώρου, ὃς ἔχθραν ἔσχε κατὰ τοῦ βασιλέως. καὶ ἀνήχθη αὖθις Ἀρσένιος. 85 Ὁ δὲ βασιλεὺς τὸν Στρατηγόπουλον καίσαρα πέμπει τοῖς δυτικοῖς μέρεσι, παρήγγειλε δὲ τῆς Κωνσταντίνου ἀποπειράσασθαι. ναῦς οὖν τότε μεγίστη ἐκ Βενετίας εἰς τὴν Κωνσταντίνου ἀφίκετο καὶ ποτεστάτος, ὃς παροτρύνας ** τοὺς ἐν Κωνσταντίνου Λατίνους ἐν τριήρεσι καὶ πλοίοις καὶ λεμβαδίοις καὶ δρόμωσι κατὰ ∆αφνουσίας χωρῆσαι. καὶ γέγονεν οὕτως, καὶ κεκένωτο ἡ πόλις ἀνδρῶν, τῷ βασιλεῖ ταύτης Βαλδουίνῳ μετά τινων μετρίων φυλασσομένη. αἴφνης οὖν ὁ καῖσαρ τῇ Κωνσταντίνου ἐπῄει, ἔχων καὶ ἄνδρας τινὰς ἐκεῖθεν ὄντας καὶ ἀκριβῶς εἰδότας τὰ κατ' αὐτήν. καὶ μαθὼν ὀπήν τινα περὶ τὰ τείχη χωροῦσαν εἰσιέναι ὁπλίτην ἐκεῖ ᾔει. εἰσῆλθεν οὖν διὰ ταύτης ἀνὴρ καὶ ἕτερος καὶ ἄλλος καὶ καθεξῆς μέχρι τῶν ιεʹ. ἔτι δὲ καὶ πλείους ἄλλοι εἰσιόντες ἕνα εὗρον περὶ τὰ τείχη φύλακα, ὃν ἀναβάντες ἔξω τῶν τειχῶν ἔρριψαν, καὶ πελέκεσι τὰς πύλας ἐκμοχλεύσαντες ἐλευθέραν τὴν εἰς αὐτὴν εἴσοδον ἐποίησαν τῷ στρατεύματι. οἱ δ' ἐντὸς τῷ αἰφνιδίῳ κατασεισθέντες ὡς εἶχον ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύοντο. καὶ ὁ Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ἐχώρησεν. οἱ δὲ περὶ ∆αφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ ποτεστάτος, ἐπεὶ μὴ κατ' αὐτῶν τι δρᾶσαι ἴσχυσαν, πρὸς τὴν πόλιν ἐπανεζεύγνυον· ἀντελάβετο γὰρ κἀκείνων θεός. καὶ πλησιάσαντες εἰς τὴν πόλιν ὥρμησαν εἰσελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον περὶ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύτας, πρῶτα Βενετίκων, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ Κάμπους ὠνόμαζον. ὡς δ' εἶδον τοῦτο Λατῖνοι, λαβόντες ἐντὸς τῶν τριήρεων ὅσους ἠδύναντο, καὶ μιᾶς εἰς τὸ μέγα παλάτιον χωρησάσης καὶ δεξαμένης τὸν Βαλδουῖνον, ὑπε χώρησαν. οὕτω μὲν ἡ Κωνσταντίνου προνοίᾳ θεοῦ ὑπὸ Ῥωμαίους ἐγένετο, Ἰουλίου κεʹ ἄγοντος, οὔσης ἐπινεμήσεως δʹ καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος #22 ϛψξθʹ, ὑπὸ Λατίνων κρατηθεῖσα χρόνους νηʹ.