Κλειτοφών· κλειτὸς ὁ ἔνδοξος. 9Κλεισθένησ9: Παρὰ τὸ κλέος καὶ τὸ σθένος γέγονεν Κλεισθένης. 9Κλείω9: Σημαίνει δὲ τὸ δοξάζω· παρὰ γὰρ τὸ κλέος γέγονεν κλέω, καὶ κλείω, προσθέσει τοῦ ι. 9Κοιλία9: Παρὰ τὸ κόϊλον, κοῖλον, κοιλία. 9Κουρεῖον9: Παρὰ τὸ κουρεὺς, κουρεῖον, ὥσπερ βαλανεὺς, βαλανεῖον. 9Κρεῖον9: Παρὰ τὸ κέρας γέγονεν κρέον, καὶ κατὰ πλεονα σμὸν τοῦ ι κρεῖον· σημαίνει δὲ τὸ κρεοδόχον ἀγγεῖον. 9Καθίσαν9: Παρὰ τὸ καθίζω ι. 9Κυθέρεια9: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. 9Κρανεῖα9: Ἔστιν δὲ εἶδος δένδρου· οὕτως λέγεται ὁ καρπὸς διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, κρανέη. 9Κράτεια9: Παρὰ τὸ κρατῶ, κράτεια, ὡς ἀνῶ, ἄνθεια. 9Καθαρεῖον9: Παρὰ τὸ καθαρεύω· 9Κνημίς· Κρινήσ9. 9Κυκλωπεῖον9: Ἔστιν δὲ ὄρος ἐν Λιβύῃ· γέγονεν δὲ τοῦ Κύκλωπος. 9Κτεὶς, Κτενόσ9· ἔστιν δὲ παρὰ τὸ κείνειν τὰς τρίχας λέ γεται κτείς. 9Κρείουσα9: Σημαίνει δὲ τὸ βασιλεύουσα, διὰ τῆς ει δι φθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κρέουσα· γέγονεν δὲ ἐκ τοῦ κρατεῖα κρατείων, καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ κατὰ συγκοπὴν κρατοῦσα, καὶ κρείουσα. 9Κρειῶν9: Σημαίνει δὲ τῶν κρεάτων, διὰ τῆς ει διφθόγγου· 232 παρὰ γὰρ τῶν κρεάτων γέγονεν κατὰ ἀποβολὴν τοῦ τ, κρεάων, καὶ κατὰ κρᾶσιν, κρεῖον, καὶ ἐν πλεονασμῷ τοῦ ι, κρειῶν. 9Κεῖοσ9: Σημαίνει δὲ τὸν πολίτην τῆς Κέω· παρὰ γὰρ τὸ Κέω γέγονεν Κέϊος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ι εἰς τὴν ει δί φθογγον, Κεῖος. 9Κρείσσων9: ∆ιὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κρέσσων· γέγονεν δὲ οὕτως· ὥσπερ ἀπὸ τοῦ ταχὺς γίνεται ταχίων καὶ θάσσων, οὕτως καὶ παρὰ τὸ κρατὺς γίνεται κρατείων καὶ κράσσων, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ πλεονασμῷ τοῦ ι, κρείσσων. 9Κιτίον9: ι· ἔστιν δὲ πόλις Ῥόδου. 9Κράστισ9: ι· ἡ τῶν κτηνῶν χλοροφαγία· ὥσπερ πίστις. 9Κλείω9: ει· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ κλοιός. 9Κλεῖθρα9: ∆ιὰ τῆς ει διφθόγγου· οἱ γὰρ Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσι κλῇθρα, τρέποντες τὴν ει δίφθογγον· καὶ ἐκ τοῦ κλείω τοῦ σημαίνοντος τὸ σφαλίζω. 9Κύπειρον9: Ἔστιν δὲ εἶδος βοτάνης, ἐπειδὴ κύπαιρον λέ γουσιν οἱ ∆ωριεῖς διὰ τῆς αι διφθόγγου· ἔθος γὰρ ἔχουσιν τρέπειν τὸ ε εἰς α· οἷον, Ἄρτεμις, Ἄρταμις. 9Κείρω9: ει δίφθογγος· τὰ διὰ τοῦ ειρω βαρύτονα ἀπο στρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, εἴρω· κείρω. 9Κεῖται9: ει δίφθογγος· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέαται. 9Κείω9: Σημαίνει δὲ τὸ κοιμῶμαι, διὰ τῆς ει διφθόγγου· εὕ ρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κέω. 9Κιλικια9 καὶ 9Κικιλια9: Ταῦτα κατὰ παράδοσιν. 9Κείων9: ∆ίφθογγος· σημαίνει τὸ καίων· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέδρος. 9Κτιτηρία9: Ὡς εἰσιτηρία· 9Κατιτήριον9 δὲ ὁ τοῦ νεκροῦ βόλος. 9Κελαδεινόσ9: ει· ὡς ὀξύτονον· καὶ πάλιν οἱ Αἰολεῖς κελα δεννὸς λέγουσιν. 9Κειμήλιον9: ∆ιὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ὥσπερ παρὰ θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτως καὶ παρὰ τὸ κείσω μέλλοντα κειμήλιον· τὸ δὲ μη η ἐκ τοῦ κεῖμαι· τοῦ α εἰς η τραπέντος. 233 9Κλείσ9: ει δίφθογγος· πολλὰ γὰρ ὀνόματα οἱ μέλλοντες ἀποτελοῦσιν κατὰ ἀποβολὴν τοῦ ω· οἷον, τρώσω, τρώς· θήσω, θής· οὕτως καὶ κλείσω, κλείς· ἰστέον ὅτι ἐν τῇ συνθέσει βα ρύνεται· οἷον κατάκλεις. 9Κλειτύσ9: Σημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ κλετός· σημαίνει δὲ τὸ αὐτὸ κλειτύς· γέγονεν δὲ κλετὺς, καὶ ἐν πλεονασμῷ τοῦ ι κλειτὺς διὰ τῆς ει διφθόγγου. 9Κτείνω9: Κτενῶ γάρ ἐστιν ὁ μέλλων· καὶ πάλιν οἱ Αἰολεῖς κτέννω λέγουσιν, ἀποβάλλοντες τὸ ι, καὶ διπλασιάζοντες τὸ σύμφωνον, ὥσπερ κείρω, κέῤῥω. 9Κώνειον9: ∆ίφθογγος ει· εἰσὶ γάρ τινα προπαροξύτονα διὰ τοῦ ειον τρισύλλαβα, ἅτινα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, γένειον· δάνειον· βρένθειον· ἔστι δὲ εἶδος πολυτελοῦς μυροῦ· οὕτως οὖν καὶ κώνειον διὰ τῆς ει διφθόγγου, καὶ διὰ τὸ κωνεάζομαι, ἐφάνη γὰρ τὸ ε ἐν τοῦτο. 9Κεραμεικόσ9: ∆ιὰ τῆς ει διφθόγγου παρὰ τὸ κεραμεὺς κεραμέως, κεραμέϊ, γέγονεν Κεραμεϊκὸς καὶ Κεραμεικός. 9Κήδειοσ9: Τὸ δει δίφθογγος· 9Κήδομαι9· Φείδομαι ἡ πα ράδοσις. 9Καστόρειον9: ει δίφθογγος· ὡς Νεστώριον, ὡς μετουσια στικόν. 9Κτεινύω9: ∆ιὰ τῆς ει διφθόγγου· καὶ δι' ἑνὸς τοῦ ν κατὰ παράδοσιν· τὸ δὲ