ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
χρήματα καὶ κρυφίως ἀπὸ πολλὰ μέρη καὶ ἀνθρώπους ὁμοίως δι' ἄλλου τρόπου, εἶδε τίς ἕνα ὄβολον; Ναί, ἀληθῶς ἔστειλαν πολλὰ καὶ χρήματα καὶ ἀνθρώ πους εἰς τὸν ἀμηρᾶν πολιορκοῦντα τὴν πόλιν. Καὶ ἐθριάμβευσαν αὐτοὺς οἱ Τοῦρκοι καὶ ἔδειξαν, ὅτι ἰδοὺ καὶ οἱ Σέρβοι καθ' ὑμῶν εἰσι. 36.8 Τὶς τῶν Χριστιανῶν ἢ τάχα τοῦ βασιλέως τῆς Τραπεζοῦντος ἢ τῶν Βλαχῶν ἢ τῶν Ἰβήρων ἀπέστειλαν ἕνα ὄβολον ἢ ἕνα ἄνθρωπον εἰς βοήθειαν ἢ φανερῶς ἢ κρυφίως; 36.9 Οἱ Οὔγγαροι ἔστειλαν ἴσως ἀποκρισιαρίους, λέγοντες ὅτι σω ζομένου τοῦ νὰ ἔχετε καὶ μετὰ τῆς Πόλεως ἀγάπην, ἐποιήσαμεν καὶ ἡ μεῖς μεθ' ὑμῶν τὴν ἀγάπην· εἰ δ' οὖν, θέλομεν τὴν χαλάσειν. Ἦλθε τὸ ἀποκρισιαρίκιον σχεδὸν κατὰ τὴν ἑβδομάδαν, ἐν ᾗ ἔμελλον, ἵνα πολεμή σουν, καί, εἰ μὲν ἐπάρουν αὐτήν, ἵνα εἴπωσι πρὸς αὐτούς· Ἰδοὺ ἀπή ραμεν αὐτὴν καὶ ὑμεῖς ἀπέλθατε καί, ὡσὰν θέλετε, ἔχετε ἡμᾶς ἢ ἀγά πην ἢ μάχην. Ὃ δὴ καὶ ἐγένετο· καὶ τοῦτο πρὸς ἐκείνους ἐῤῥέθη. Εἰ δὲ καὶ οὐδὲν τὴν ἔπερνον, νὰ σηκωθῶσι καὶ νὰ εἴπωσιν, ὅτι καὶ διὰ τὴν ὑμῶν ἀγάπην καὶ τὸν λόγον τῆς συμφωνίας ἐσηκώθημεν· ἢ καὶ νὰ ποίῃ καὶ ἀγάπην, ὡς ἠκούομεν, ὅτι ἔλεγεν, ὅτι ἂν οὐδὲν ἐπάρω αὐτήν, εὐθὺς νὰ ποιήσω ἀγάπην, ὅ τι εἰς πᾶσάν μου τὴν ζωὴν νὰ ἴσταται. 36.10 Ὁ δὲ μακαρίτης καὶ αὐθέντης μου ὁ βασιλεύς, τί οὐκ ἔπραξε κρυφίως καὶ φανερῶς πρὸς βοήθειαν τοῦ ὁσπιτίου αὑτοῦ καὶ τῶν Χρι στιανῶν ἢ τῆς ζωῆς αὑτοῦ; Ἢ ἐνεθυμεῖτο ὅτι, ἐὰν ἐπισυμβῇ τίποτε, νὰ φύγῃ, δυνατοῦ καὶ εὐκόλου ὄντος; 36.11 Τὶς γὰρ ἠπίστατο τῶν ἄλλων πάντων πάρεξ τοῦ Καντακουζηνοῦ Ἰωάννου καὶ ἐμοῦ, ὅτι ὁ Ἰάγκος προεζήτησε νὰ τὸν δώσῃ ἢ τὴν Ση-λυβρίαν ἢ τὴν Μεσέμβριαν καὶ νὰ ἔνι εἶς τῶν ὑποχειρίων αὐτοῦ καὶ πολ λοὺς τῶν ἀνθρώπων αὐτοῦ ἐκεῖσε ἔχῃ καὶ εἰς καιρὸν μάχης τῶν Τουρ κῶν νὰ ἔνι ἐχθρὸς ἐκείνων καὶ βοηθὸς τῆς πόλεως. Καὶ ὡς ἐγένετο ἡ μά χη, ἐδόθη αὐτῷ ἡ Μεσέμβρια καὶ τὸ χρυσόβουλλον δι' ἐμοῦ ἐγράφη· καὶ ὁ γαμβρὸς Θεοδοσίου τοῦ Κυπρίου, ὁ τοῦ Μιχαήλου υἱός, ἐκόμισεν εἰς ἐκεῖνον. 36.12 Τὶς ἠπίστατο τὴν τοῦ ῥηγὸς ζήτησιν τῶν Καταλάνων, ὅτι νὰ δοθῇ πρὸς ἐκεῖνον ἡ Λῆμνος καὶ νὰ ἔνι κατὰ τῶν Τουρκῶν ἐν τῇ θαλάσ σῃ ἀεὶ καὶ ὑπὲρ τῆς Πόλεως ἐν ἀνάγκῃ βοηθός; Καὶ ἐπράττετο. 36.13 Τὶς ἠπίστατο, ὅσα δὴ καὶ χρήματα καὶ ἐπαγγελίας δέδωκε καὶ ἔστειλεν εἰς τὴν Χίον διὰ τοῦ Γαλατᾶ, ἵνα στείλωσιν ἀνθρώπους καὶ οὐκ ἔστειλαν; 36.14 Τὶς καὶ νηστείας καὶ δεήσεις ἐποιεῖτο καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν ἱερέων διδοὺς αὐτοῖς χρήματα, ἢ τοῖς πτωχοῖς πλείω ἐθεράπευσεν, ἢ ἐπαγγελίας ἐποιήσατο πλείους εἰς θεὸν εἰς τὸ ἐλευθερωθῆναι τοὺς Χρι στιανοὺς ἀπὸ τῆς αἰχμαλωσίας τῶν Τουρκῶν; Ἀλλ' ὅμως πάντα ταῦτα μὲν παρεῖδε θεός, τίσι κρίμασιν, οὐκ οἶδα, τὰ δὲ ἠγνοοῦσαν οἱ ἄνθρωποι καὶ ἕκαστος ἔλεγε κατ' ἐκείνου τὸ ἤθελεν. Ἀλλ' ἐπὶ τὸ προκείμενον τοῦ λόγου ἐπανέλθωμεν.
37.1 Τῷ αὐτῷ δὴ φθινοπώρῳ τοῦ ξβ-ου ἔτους δηλονότι τε λείως ἐπανέστησαν οἱ τοῦ Μορέως Ἀλβανῖται κατὰ τῶν δεσποτῶν καὶ αὐθεντῶν αὐτῶν καὶ τόν, οὐκ οἶδα τί εἰπεῖν, Καντακουζηνὸν Μανουὴλ δεσπότην τάχα πεποιήκασι. 37.2 Τὸν δὲ ∆εκέμβριον τοῦ αὐτοῦ χρόνου ἐλθόντος πάλιν τοῦ υἱοῦ τοῦ Τουραχάνη μετὰ φωσάτου ὑπὲρ βοηθείας τῶν δεσποτῶν καὶ κακώσαν τος μικρὸν τοὺς Ἀλβανίτας καὶ τὸν αἰχμάλωτον αὐτοῦ ἀδελφὸν χάριτα λαβὼν ἐπανέστρεψεν. 37.3 Ἐν ᾧ δὴ χρόνῳ καὶ μηνὶ ἀνεῖλεν αὐτοχειρίᾳ τὸν φίλτατόν μου υἱὸν Ἰωάννην ὁ ἀσεβέστατος καὶ ἀπηνέστατος ἀμηρᾶς ὡς δῆθεν βουλη θέντος τοῦ παιδὸς τοῦτο ποιῆσαι κατ' αὐτοῦ, οἴμοι τῷ δυστυχεῖ καὶ ἀθλίῳ γενέτῃ, χρόνου ὄντος ιδ-ου καὶ μηνῶν ηʹ παρὰ ἡμέραν, φρόνημα καὶ κορμὶν ἔχων πολῷ πλειόνων χρονῶν. 37.4 Τῷ αὐτῷ δὴ ∆εκεμβρίῳ καὶ εἰς τὸ Λεοντάριν ἀπῆλθον κἀγὼ καὶ τὸν δεσπότην κὺρ Θωμᾶν τὸν πορφυρογέννητον προσεκύνησα· καὶ εἰς τὴν δουλοσύνην αὑτοῦ με προσεδέξατο καὶ τὸ χωρίον Κέρτεζιν εὐεργέ τησεν ἀργυροβούλλῳ· καὶ πρὸς τοὺς δεσπότας Σερβίας, τὸν συμπένθερον καὶ γαμβρὸν αὐτοῦ, ἑτοίμασεν ἀπελθεῖν με τῷ ἔαρι τοῦ αὐτοῦ ἔτους διὰ πολλὰς καὶ ἀναγκαίας δουλείας καὶ ὠφελίμους