1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

29

πολυθεΐας καὶ ἀπείρων ἐτῶν γένεσιν κόσμου εἰσάγουσι. φέρεται γὰρ παρ' Αἰγυπτίοις παλαιόν τι χρονογραφεῖον, ἐξ οὗ καὶ τὸν Μανεθῶ πεπλανῆσθαι νομίζω, περιέχον λʹ δυναστειῶν ἐν γενεαῖς πάλιν ριγʹ χρόνον ἄπειρον, καὶ οὐ τὸν αὐτὸν τὸν Μανεθῶ ἐν μυ ριάσι τρισὶ καὶ ςφκεʹ, πρῶτον μὲν τῶν Αὐριτῶν, δεύτερον δὲ τῶν Με στραίων, τρίτον δὲ Αἰγυπτίων, οὕτω πως ἐπὶ λέξεως ἔχον. Θεῶν βασιλεία κατὰ τὸ παλαιὸν χρονικόν Ἡφαίστου χρόνος οὐκ ἔστι διὰ τὸ νυκτὸς καὶ ἡμέρας αὐτὸν φαίνειν. Ἥλιος Ἡφαίστου ἐβασίλευσεν ἐτῶν μυριάδας γʹ. ἔπειτα Κρόνος, φησί, καὶ οἱ λοιποὶ πάντες θεοὶ ιβʹ ἐβασίλευσαν ἔτη γ Ϡπδʹ. ἔπειτα ἡμίθεοι βασιλεῖς ηʹ ἔτη σιζʹ καὶ μετ' αὐτοὺς γενεαὶ ιεʹ Κυνικοῦ κύκλου ἀνεγρά φησαν ἐν ἔτεσι υμγʹ. εἶτα Τανιτῶν ι ςʹ δυναστεία, γενεῶν ηʹ, ἐτῶν ρ ζʹ. 57 πρὸς οἷς ιζʹ δυναστεία Μεμφιτῶν, γενεῶν δʹ, ἐτῶν ργʹ· μεθ' οὓς ιηʹ δυναστεία Μεμφιτῶν, γενεῶν ιδʹ, ἐτῶν τμηʹ· ἔπειτα ιθʹ δυναστεία ∆ιοσπο λιτῶν, γενεῶν εʹ, ἐτῶν ρ ζδʹ. εἶτα κʹ δυναστεία ∆ιοσπολιτῶν, γενεῶν ηʹ, ἐτῶν σκηʹ. ἔπειτα καʹ δυναστεία Τανιτῶν, γενεῶν ςʹ, ἐτῶν ρκαʹ. εἶτα κβʹ δυναστεία Τανιτῶν, γενεῶν γʹ, ἐτῶν μηʹ· ἔπειτα κγʹ δυναστεία ∆ιοσπο λιτῶν, γενεῶν βʹ, ἐτῶν ιθʹ. εἶτα κδʹ δυναστεία Σαϊτῶν, γενεῶν γʹ, ἐτῶν μδʹ. πρὸς οἷς κεʹ δυναστεία Αἰθιόπων, γενεῶν γʹ, ἐτῶν μδʹ. μεθ' οὓς κ ςʹ δυναστεία Μεμφιτῶν, γενεῶν ζʹ, ἐτῶν ροζʹ. καὶ μετ' αὐτὰς κζʹ δυναστεία Περσῶν εʹ, ἐτῶν ρκδʹ. ἔπειτα κθʹ δυναστεία Τανιτῶν, γενεῶν * ἐτῶν λθʹ. καὶ ἐπὶ πάσαις λʹ δυναστεία Τανίτου ἑνός, ἔτη ιηʹ. τὰ πάντα ὁμοῦ τῶν λʹ δυναστειῶν ἔτη Μγʹ καὶ ςφκεʹ. Ταῦτα ἀναλυόμενα, εἴτουν μεριζόμενα παρὰ τὰ αυξαʹ ἔτη εἴκοσι πεν τάκις, τὴν παρ' Αἰγυπτίοις καὶ Ἕλλησιν ἀποκατάστασιν τοῦ ζῳδιακοῦ μυθολογουμένην δηλοῖ, τοῦτ' ἔστι τὴν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον, ὅ ἐστι πρῶτον λεπτὸν τῆς πρώτης μοίρας τοῦ ἰσημερινοῦ ζῳδίου, κριοῦ λεγομένου παρ' αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς Γενικοῖς τοῦ Ἑρμοῦ καὶ ἐν ταῖς Κυραννίσι βίβλοις εἴρηται. ἐντεῦθεν δὲ οἶμαι καὶ Πτολεμαῖον τὸν Κλαύδιον τοὺς προχείρους κανόνας τῆς ἀστρονομίας διὰ κεʹ ἐτηρίδων ψη φίζεσθαι θεσπίσαι, ὡς τοῦ Αἰγυπτιακοῦ ἐνιαυτοῦ καὶ τοῦ Ἑλληνικοῦ διὰ αυξαʹ ἔτους ἀποκαθισταμένων, εἰ καὶ διὰ αυο ςʹ ἐτῶν τὸ κανόνιον τῶν κεʹ ἐτηρίδων ἐξέθετο διὰ τὸ μὴ ἀπαρτίζειν τὸν αυξαʹ ἀριθμὸν εἰς κεʹ, ἀλλὰ λείπεσθαι ιδʹ. τὴν μέντοι μονάδα περιττὴν ἔθετο διὰ τὸ πλήρη τὰ τοῦ αʹ ἔτους ἐγκεῖσθαι κινήματα καὶ μὴ ἀπ' ἀρχῆς αὐτοῦ, ὥσπερ καὶ ἐπὶ τῶν μηνιαίων κινημάτων. ἐντεῦθεν δέ ἐστι καὶ τὸ ἀσύμφωνον τῶν τοιού των ἐκδόσεων πρός τε τὰς θείας ἡμῶν γραφὰς καὶ πρὸς ἄλληλα ἐπιγνῶναι, ὅτι αὕτη μὲν ἡ παλαιοτέρα νομιζομένη Αἰγυπτίων συγγραφὴ Ἡφαίστου μὲν ἄπειρον εἰσάγει χρόνον, τῶν δὲ λοιπῶν κθʹ δυναστειῶν ἔτη τρισμύρια ςφκεʹ, καίτοι τοῦ Ἡφαίστου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμὸν καὶ τὴν πυργοποιίαν τῆς Αἰγύπτου βασιλεύσαντος, ὡς δειχθήσεται ἐν τῷ δέοντι τόπῳ. 58 Ὁ δὲ παρ' Αἰγυπτίοις ἐπισημότατος Μανεθῶ περὶ τῶν αὐτῶν λʹ δυ ναστειῶν γράψας ἐκ τούτων δηλαδὴ λαβὼν τὰς ἀφορμὰς κατὰ πολὺ διαφωνεῖ περὶ τοὺς χρόνους πρὸς ταῦτα, καθὼς ἔστι καὶ ἐκ τῶν προειρημένων ἡμῖν ἀνωτέρω μαθεῖν καὶ ἐκ τῶν ἑξῆς λεχθησο μένων. Τῶν γὰρ ἐν τοῖς τρισὶ τόμοις ριγʹ γενεῶν ἐν δυναστείαις λʹ ἀναγεγραμ μένων, αὐτῶν ὁ χρόνος τὰ πάντα συνῆξεν ἔτη γφνεʹ, ἀρξάμενα τῷ αφπ ςʹ ἔτει τοῦ κόσμου καὶ λήξαντα εἰς τὸ ερμζʹ κοσμικὸν ἔτος, ἤτοι πρὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος κοσμοκρατορίας ἔτη που ιεʹ. Ἐκ τούτων οὖν ἀφελών τις τὰ πρὸ τοῦ κατακλυσμοῦ χν ςʹ πρὸς ἀναπλή ρωσιν τῶν βσμβʹ ἐξ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, ὡς ψευδῆ καὶ ἀνύπαρκ τα, καὶ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν καὶ διασπορᾶς τῶν ἐθνῶν φλδʹ, ἕξει σαφῶς τὴν ἀρχὴν τῆς Αἰγυπτιακῆς βασιλείας ἐκ τοῦ πρώτου βασιλεύσαντος τῆς Αἰγύπτου Με στραίμ, τοῦ καὶ Μήνεος λεγομένου παρὰ τῷ Μανεθῶ, ἀπὸ τοῦ βψο ςʹ ἔτους τοῦ ἐξ Ἀδὰμ ἕως Νεκταναβῶ τοῦ ἐσχάτου βασιλέως Αἰγύπτου, ὡς εἶναι τὰ πάντα ἀπὸ Μεστραὶμ ἕως τοῦ αὐτοῦ Νεκταναβῶ ἔτη βτξεʹ, ἃ