29
ἐνδιατρίψας, τὸν βίον ἐτελεύτησεν ἐκεῖ· οὗ δὴ χάριν καὶ πρὸς τὴν μνήμην μόνην ἀηδῶς διάκειμαι Πελοποννήσου, πολλὰ καὶ τῆς μητρὸς πολλάκις πρὸς ἐμὲ διειλεγμένης, ὡς οὐκ ἂν αὐτῇ γένοιτο καθ' ἡδονὴν ἐμὲ τῆς χώρας ἐκείνης, ἣ τοιούτου πατρὸς ἀπέδειξεν ὀρφανὸν, ἄρξαι. διὰ ταῦτα συγγνώμης αἰτῶ τυχεῖν, ἐκεῖ μὴ βουλόμενος ἀπελθεῖν.» τοῦτο δ' ἦν σκῆψις, οὐκ ἀληθὴς αἰτία τοῦ τὴν ἀρχὴν τῆς Πέλοπος διωθεῖσθαι. τούτων ἀκούσας ὁ βασιλεὺς καὶ πράως εἰς αὐτὸν ἀποσκώψας, ὡς οὐκ ἀνδρὸς συνετοῦ κεχρημένον λόγοις, οὐδ' ἀνδράσι πρέποντα φόβον πεφοβημένον, διὰ τὴν τοῦ πατρὸς τελευτὴν τὸ χωρίον ὀῤῥωδοῦντα, διὰ τοῦ αὐτοῦ πάλιν ἀντιμηνύει, ὡς, «ἦν μὲν ἂν βέλτιον μηδὲν ἀντιλέγοντα, τὸ προσταττόμενον εὐθὺς ἐκπληροῦν. ἐπεὶ δ' ἔστι σοί τις πρόφασις ἐν τῇ Πελοποννήσῳ, οὐκ ἀναγκαία μὲν, ἔστι δ' οὖν ὅμως, ἐκείνης μὲν ἀφείθης τῆς λειτουργίας, πρὸς Θετταλίαν δὲ ἀπελθεῖν ἐπιτάττω καὶ ταύτης ἐπιτροπεῦσαι, τῶν προσοίκων Κατελάνων ἐπικειμένων αὐτῇ καὶ δεινῶς πιεζόντων, 1.86 καὶ διὰ τοῦτο δεομένην ἐπικουρίας καὶ δεινοῦ καὶ σώφρονος στρατηγοῦ.» ἐπὶ τούτοις ὁ μέγας δομέστικος οὐδὲν ἀντιλέγειν ἔχων, ὑπεδέξατο μὲν δῆθεν τὴν ἐγχειριζομένην ἀρχήν· πλὴν ὡς ἑρμαίου τινὸς λαβόμενος τοῦ λόγου τοῦ βασιλέως, ὅτι δὴ παρὰ Κατελάνων ἡ Θετταλῶν πιέζοιτο, καὶ διὰ τοῦτο συχνῆς πρὸς ἐπικουρίαν δεῖται χειρὸς, πάλιν ἀντεμήνυσεν, ὡς πρὸς Θετταλίαν μὲν ἀπελεύσεται καθὰ προσετάχθη, δέον δὲ σκεψάμενον ἃ λυσιτελεῖν νομίζοι καὶ πρὸς ἄμυναν τῶν πολεμίων καὶ πρὸς ἀσφάλειαν τῆς ἀρχῆς, ταῦτ' αἰτήσαντα παρὰ βασιλέως λαβεῖν· τοῦτο θέμενος ἐπὶ νοῦν, ὡς ἢ πρὸς τὴν δυσχέρειαν τῶν ζητημάτων ἰλιγγιάσας ὁ βασιλεὺς ἀφέξεται τοῦ πέμπειν ἐκεῖσε, ἢ, τό γε δεύτερον, πολλοῦ πρὸς τὴν παρασκευὴν τριβομένου χρόνου, ἐξέσται καὶ βασιλεῖ συντυχεῖν τῷ νέῳ, καὶ περὶ τοῦ τί χρὴ πράττειν συνδιασκέψασθαι, οὕτως εἰς στενὸν κομιδῇ τῶν πραγμάτων συνωθούντων. τοῦ πρεσβυτέρου δὲ βασιλέως ἃ βούλοιτο αἰτεῖν κελεύσαντος, καὶ τοῦ μεγάλου δομεστίκου διὰ γραμμάτων ὧν δέοιτο δηλώσαντος βασιλεῖ, ταῦτα δ' ἦν ἀξιόμαχός τε στρατιὰ καὶ χρήματα εἰς τροφὴν ἀρκέσοντα τοῖς στρατιώταις, πρὸς οὐδὲ ἓν τῶν ζητημάτων ἀνένευεν ὁ βασιλεὺς, ἀλλ' εὐθὺς ἐκέλευε πάντα πρὸς πέρας ἀγαγεῖν. ἐπιταχύνοντος δὲ τῷ μεγάλῳ δομεστίκῳ τὴν ἔξοδον βασιλέως καὶ οὐδ' ἀναπνεῖν ἀνιέντος, ὁ μὲν μετὰ πέμπτην ἡμέραν ὑπέσχετο ἐξελθεῖν· ἦν δ' αὕτη δευτέρα τῆς παρ' ἡμῖν μεγάλης ἑβδομάδος ὠνομασμένης· βασιλεὺς δὲ ἡσύχασεν ἀρκεσθείς. τῆς αὐτῆς δὲ ἡμέρας καὶ πρὸς πρωτοστράτορα παρὰ 1.87 βασιλέως ἀφῖκτο πρόσταγμα πρὸς τὴν ἐπαρχίαν Πριλλάπου, ἧς καὶ πρότερον ἦρχε, πάλιν ἐπιτροπεύσοντα ἀπελθεῖν. ὁ δὲ, τὸ ἐπίταγμα τοῦ βασιλέως ἐπαγγειλάμενος ἐκπληρώσειν, καὶ προθεσμίαν αἰτηθεὶς τῆς ἐξόδου, τῆς αὐτῆς μεγάλης ἑβδομάδος ἐπηγγείλατο τὴν ἕκτην. πρὸς μὲν δὴ τὸν πρεσβύτερον τῶν βασιλέων τοιαῦτα εἶπόν τε καὶ ἐπηγγείλαντο. ιηʹ. Εἰς ταὐτὸν δὲ συνελθόντες τῷ νέῳ, καὶ πάντα διηγησάμενοι τὰ συμπεσόντα, οὐκέτι μένειν ἐδόκει, ἀλλὰ παρασκευασαμένους ἐξελθεῖν Βυζαντίου. γράφουσι δὴ καὶ Συργιάννῃ, παρασκευασάμενον ἅμα τῇ ὑπ' αὐτὸν στρατιᾷ τῇ ἑορτῇ τοῦ πάσχα ἐγγὺς εὑρεθῆναι διατρίβοντα Βυζαντίου· τότε γὰρ καὶ αὐτοῖς ἐδέδοκτο ἐξελθεῖν. οὗτοι μὲν οὖν παρεσκευάζοντο πρὸς τὴν ἔξοδον. τῆς μεγάλης δὲ καταλαβούσης δευτέρας, καθ' ἣν ὁ μέγας δομέστικος τῆς πόλεως ἐπηγγείλατο ἐξελθεῖν, ἠναγκάζετο μὲν παρὰ τῶν εἰς τοῦτο τεταγμένων τὴν ὑπόσχεσιν ἐκπληροῦν· ὁ δ' αἰτίας τινὰς πλασάμενος, τὴν ἔξοδον ἀνεβάλλετο. τῇ δ' ἐπιούσῃ μηνύεται παρὰ βασιλέως ὡς τάχιστα ἐξελθεῖν· ὁ δ' ἀπεκρίνατο μὴ πρότερον δύνασθαι, πρὶν ἂν τὰ χρήματα δοθῇ πρὸς αὐτὸν, οἷς ἂν πρός τε τὸ μισθοφορικὸν χρήσηται τῆς στρατιᾶς καὶ πρὸς τὰς τῶν πολιχνίων τῶν ἐν Θετταλίᾳ φρουράς. εἰ γὰρ τοῦτο γένοιτο, μηδεμίαν ἀναβολὴν ἔτ' εἶναι πρὸς τὸ τειχῶν ἔξω τῶν Βυζαντίων εἰς τὴν ἐπιοῦσαν ὀφθῆναι. τὰ μὲν οὖν χρήματα, βασιλέως προστάξαντος, αὐθημερὸν παρέσχον οἱ τῶν βασιλι 1.88 κῶν χρημάτων