29
ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. ̓Αμμανῖται δὲ σὺν Παλαιστηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων δὲ τὴν Γαλαδηνὴν τῶν ̓Αμμανιτῶν, ἡγεμόνα τὸν ̓Ιεφθάε οἱ ἐπιχώριοι ειλοντο. ος συμμίξαι μέλλων τοῖς πολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν ο πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δ' ὑπήντησεν αὐτῷ τὸ θυγάτριον, μονογενὲς ον αὐτῷ καὶ ετι παρθενευόμενον. ὁ δ' ἀνῴμωξεν, ινα δὲ μὴ ψεύσηται τὴν ὑπόσχεσιν, εθυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς ̓Εφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ οτι μὴ συμπαρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν ̓Αμμανιτῶν πόλεμον, ἐπεὶ μὴ επειθεν αὐτοὺς παραιτούμενος, πολλοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. εξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν ̓Αμεσὰ ἐκ τῆς ̓Ιούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν ̓Ισραὴλ τετελεύτηκε. καὶ μετ' ἐκεῖνον Λαβδὼν τῆς ̓Εφραῒμ προελθὼν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιὸς αρξας ετη ὀκτώ. 1.73 Ειτα Παλαιστηνοὶ κρατοῦσι τῶν ̓Ισραηλιτῶν καὶ ὑποφόρους εσχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς ὁ Σαμψών, ἰσχύος δὲ ἡ κλῆσις σημαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· ἡ δ' εἰς τὸν βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυλῆς ὑπάρχων τοῦ ∆ὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ῃτει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ωφθη γοῦν ποτε μόνῃ ουσῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ καλός, τόκον παιδὸς αὐτῇ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν οινον η μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ελεγεν ειναι τῷ κυρίῳ τὸν παῖδα, αγιον δηλαδή, καὶ τὸν ̓Ισραὴλ σωθήσεσθαι δι' αὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύλων χειρός. ἡ δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ ος ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αυθις ουν ηλθε πρὸς τὴν γυναῖκα ὁ αγγελος· ἀπῆν δὲ αυθις ὁ Μανωέ· καὶ ἡ γυνὴ προσμεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν αγγελον τί αν τοῦ παιδὸς γεννηθέντος ποιήσειαν. ὁ δέ "οινον" εφη "οὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται." καὶ ὁ Μανωὲ τὸ ονομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, ὁ δὲ θαυμαστὸν ειναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Μανωὲ εριφον ἐνεγκὼν εθυσε καὶ αρτους προσήνεγκεν. ὁ δὲ θεῖναι τὰ κρέα καὶ τοὺς αρτους ἐπὶ τὴν πέτραν προσέταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ απτεται τούτων, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ὁ αγγελος, ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τίκτε1.74 ται ουν αὐτοῖς μετὰ ταῦτα ὁ παῖς καὶ Σαμψὼν ὀνομάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπορεύετο αὐτῷ. ἰδὼν δ' ἐν Θαμνᾷ πόλει τῶν Παλαιστηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. παραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέρων εἰς αμυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ερριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ μεθ' ἡμέρας αυθις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος ευρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον εφαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμισεν. ἀπελθὼν δ' εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ ευροιεν ἐφ' ἡμέρας ἑπτὰ τὴν λύσιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐτῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ' ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπών "ἐξ εσθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ." οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρόβλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀνδρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. ὁ Σαμψὼν δέ, παρακαλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προβλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ' ἐκείνης ἐξεῖπε τὸ πᾶν· ἡ δὲ τοῖς νεανίσκοις ἀπήγγειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ειπον ἐκεῖνοι τῷ Σαμψών "τί γλυκύτερον