29
ξηρόν τε καὶ ὑγρὸν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα· ἐξ ἧς δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. Ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν, εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς προελθούσης. Τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζωδιακοῦ τοῦ καλουμένου κύκλου. Τὰ γὰρ δώδεκα ζώδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσι. Καὶ ἐπεὶ ἀντεπεζεύχθη, φασὶ, τὴν τῶν ὅλων φορὰν ὠκυτάτην ὑπάρχουσαν, οὗπερ ὁ χρόνος Η. Καὶ ἐπεὶ ἀνεζεύχθη, φησὶ, τῇ τῶν ὅλων ἀναφορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων, καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσι αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. Τὴν σελήνην τε πάλιν ἑαυτῆς οὐρανὸν ἐμπεριεχομένην τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. Καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶ περιεχόμενον l. περιερχ., καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάτην Η. δωδεκάδα φανερὰν ποιεῖν. Τὰς δὲ Η. Καὶ αὐτὰς δὲ τὰς ἡμέρας δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς φαεινῆς δωδεκάδος εἶναι. Ἀλλὰ μὴν καὶ τὴν ὥραν φασὶ, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. Καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζώδιον μοίρας ἔχει Η. ἔχειν τριάκοντα. Οὕτως δὲ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. Ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, καὶ καθ' ἕκαστον κλίμα δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην, ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ὑπόῤῥοιαν δύναμιν, τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον, καὶ αἰώνιον, καὶ ἀόριστον, καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς, καὶ ἀΐδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν adde ex Η. αὐτὸν εἶναι ὑστερήματος, εἰς χρόνους, καὶ καιροὺς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. Ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος· καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον. ΚΑΙ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ' ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερον. Τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ' αὐτοῖς καρποφορήσας. Ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντα τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. Ὁ γὰρ Μωϋσῆς, φασὶ, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν μητέρα τῶν ὅλων ἐπέδειξεν, εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τέσσαρα οὖν ταῦτα ὀνομάσας, Θεὸν, καὶ ἀρχὴν, οὐρανὸν, καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσε. Καὶ τὸν ἀόρατον δὲ καὶ τὸν ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τὴν δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος, ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ, καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι πνεῦμα. Μεθ' ἣν τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν, καὶ ἡμέραν, καὶ νύκτα, στερέωμά τε, καὶ ἑσπέραν, καὶ ὃ καλεῖται πρωῒ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην, καὶ δεκάτῳ τόπῳ ξύλον· οὕτω δὲ διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. Τῆς δὲ δυοδεκάδος οὕτως ἐξεικονίσθαι παρ' αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν. καὶ σελήνην, ἀστέρας τε καὶ καιροὺς, ἐνιαυτούς τε καὶ