ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ AΝAΤΡOΠH ∆OΓΜAΤΩΝ ΤIΝΩΝ AΡIΣΤOΤEΛIΚΩΝ.

 Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ θεοῦ πρὸς πάντας ἀν θρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέ λουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμ

 θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέστα

 ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν ὕλην Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆ

 παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ' ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσ

 ·ηθέντος περὶ τῶν παρ' Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ πεποιηκότων, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμ

 ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ μὴ ζώου Eἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμε

 καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ

 ρησις Eἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγε

 αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί

 καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κ

 ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ'

 νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα

 Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγε

 μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ

 προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστι

 ποῦ τῷ ἐν τόπῳ Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων Καὶ εἰ

 γεγονέναι. Oἷς τὸ γενητὸν καὶ τὸ γεγονέναι πρόσεστι, τούτων ἐξ ἀνάγκης τὸ ἀΐδιόν τε καὶ ἄναρχον καὶ τὸ ἄπειρον ἄπεστιν. λδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τότε φ

 λη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως κα

 νεσθαι χρόνος, οὕτως γέγονε καὶ ὁ παρελθών. Ἀλλ' ὁ μέλλων γίνεσθαι χρόνος, ὥσπερ τὴν μέλλουσαν γένεσιν ἔχει, οὕτως καὶ τὴν ἀρχήν· καὶ ὥσπερ οὐδὲν τοῦ

 εἶναι εὐθεῖαν. Aἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Eἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γε

 Τὸ δὲ ἐφ' ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ' ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνο μένων, ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτ

 καθ' ἣν τὰ μὲν ὑπὲρ τὴν φύσιν γέγονε, τὰ δὲ κατὰ φύσιν. Eἰ ἔστιν ἀγένητον τὸ πρότερον καὶ ὕστερον, ἔσται ἄρα ὅτε τὸ ἀγένητον οὐκ ἀγένητον· ὅπερ ἐστὶν

 γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. Eἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλ

 κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ' εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας κόσμους να. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐ

 καὶ λόγον ἔνυλον ἐν τῇ ὕλῃ, δι' ὃν ἕτερον τὸ οὐρανῷ εἶναι τῷ τόδε οὐρανὸν εἶναι Eἰ οὐ δύναται ὁ οὐρανὸς ποιῆσαι τῇ βουλήσει ἃ ποιεῖ τῇ κινήσει, πῶς θ

 ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ

 καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τό

 ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ' οὐκ ἐπὶ θάτερα Ἀνάγκη

 αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρε

 φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ Eἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ' ἑτέ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτ

 ἀεί Eἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρε

 καὶ ἔχουσιν ἃ ἔχουσιν Eἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι' ἑτέρων Eἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί μὴ δι' ἑαυτῶν κινοῦνται ἀλλὰ δ

 χείου παρὰ τὰ ἐνταῦθα ποτὲ δὲ ἐκ τῶν αὐτῶν στοιχείων, πῶς οὐκ ἔστι θατέρως ψευδόμενος ξγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων ε

 καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐκ οὔσης οὐσίας, τίς ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ

 βολή, ἀλλὰ εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα ἀλλ' εἰς τὸ μέλαν, κατὰ τί οὖν μεταβάλλ

ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ' οὐκ ἐπὶ θάτερα; Ἀνάγκη γὰρ καὶ τοῦτο ἀρ χὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν. Eἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ τῶν ἐνδεχομένων τὸ βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορῶν ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα (θειότερος γὰρ ὁ τόπος ὁ ἄνω τοῦ κάτω), τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τῆς εἰς τὸ ὄπισθεν ἔχει, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. Μαρτυρεῖ δ' ἡ ·ηθεῖσα ἀπορία, ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον· αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπο ρίαν. Eἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα, αὕτη ἂν εἴη αἰ τία καὶ τοῦ εἰρημένου· βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον. Eἰ τὸν οὐρανὸν ἡ φύσις ἐποίησε κινηθῆναι εἰς τὸ ἔμ προσθεν καὶ μὴ εἰς τὸ ὀπίσω, ἡ ἀεὶ τῶν ἐνδεχομένων τὸ βέλτιστον ποιουμένη, πῶς ἀΐδιος ὁ οὐρανὸς καὶ ἡ τούτου φορά, ὑπὸ τῆς φύσεως γεγενημένος καὶ τὸ τὴν βελτίστην κι νηθῆναι κίνησιν ἔχων; Eἰ τὴν διαφοράν, ἣν ἔχει ὁ ἄνω τόπος πρὸς τὸν κάτω, ταύτην ἔχει ἡ εἰς τὸ πρόσθεν κίνησις πρὸς τὴν εἰς τὸ ὄπισθεν κίνησιν κατὰ τὸ τιμιώτερον καὶ θειότερον καὶ βέλτιστον, πῶς οὐκ εἰσὶν ἐναντίαι αἱ κινήσεις αὗται το σοῦτον ἀλλήλων διαφέρουσαι; Eἰ τῶν ἁπλῶν σωμάτων ἡ κίνησις ἁπλῆ, οὐ κατὰ τὸ ἐνδεχόμενον ἀλλὰ κατὰ τὸ ἀναγ καῖον, πῶς διχῶς κινηθῆναι δύναται ὁ οὐρανὸς ἁπλοῦν σῶμα ἔχων καὶ κινεῖται ἐνδεχομένως; Eἰ πανταχόθεν ἐστὶν ὁ οὐρανὸς ἴσος ἑαυτῷ, καὶ ἴσα ἔχων τὰ μέρη τοῖς μέρεσι, καὶ ὡς ἐὰν κινηθῇ τὴν σφαιρικήν τε καὶ ἔγκυκλον σώζει κί νησιν, δύναται ἄρα καὶ ἀπὸ μεσημβρίας κινηθῆναι εἰς ἄρκτον καὶ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, ὡς δύναται κινηθῆναι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ ἀπὸ τῆς δύσεως εἰς ἀνατολήν. Πῶς οὖν οὐ μάτην ἡ φύσις τῷ σώματι τοῦ οὐρανοῦ ἐνέθηκε το σούτων κινήσεων τὰς δυνάμεις, εἰ τετραχῶς μὲν ἔχει τὰς δυνάμεις, μοναχῶς δὲ κινεῖται; νε. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ δὲ τῶν καλουμένων ἄστρων ἑπόμενον ἂν εἴη λέ γειν, ἐκ τίνων συνεστᾶσι καὶ τίνες αἱ κινήσεις αὐτῶν. Eὐλο γώτατον δὲ καὶ τοῖς εἰρημένοις ἑπόμενον τὸ ἕκαστον τῶν ἄστρων ποιεῖν ἐκ τούτου τοῦ σώματος ἐν ᾧ τυγχάνει τὴν φορὰν ἔχον, ἐπειδὴ ἔφαμέν τι εἶναι ὃ κύκλῳ φέρεσθαι πέ φυκεν· ὥσπερ γὰρ οἱ πύρινα φάσκοντες εἶναι διὰ τοῦτο λέ γουσιν, ὅτι τὸ ἄνω σῶμα πῦρ εἶναί φασιν, ὡς εὔλογον ὂν ἕκαστον συνεστάναι ἐκ τούτων ἐν οἷς ἕκαστον ἐστίν, ὁμοίως καὶ ἡμεῖς λέγομεν. Ἡ δὲ θερμότης ἀπ' αὐτῶν καὶ τὸ φῶς γίνεται παρατριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς. Πέφυκε γὰρ ἡ κίνησις ἐκπυροῦν καὶ λίθους καὶ ξύλα καὶ σίδηρον· εὐλογώτερον οὖν τὸ ἐγγύτερον τοῦ πυρός, ἐγγύτερον δὲ ὁ ἀὴρ οἷον καὶ ἐπὶ τῶν φερομένων βελῶν· ταῦτα γὰρ ἐκπυροῦται οὕτως ὥστε τήκεσθαι τὰς μολυβδίδας, καὶ ἐπεί περ αὐτὰ ἐκπυροῦται, ἀνάγκη καὶ τὸν κύκλῳ αὐτῶν ἀέρα τὸ