τι κτίσει καὶ ἀόρατον; Ἀπόκρισις. Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς δια στελλούσας ψυχὴν σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγ ματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφεί λουσιν ἀπαιτεῖν. Τὸ γὰρ δοῦναι τῷ διαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως τὴν ἐξουσίαν τοῦ πατάξαι αὐτὴν ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ ἅψασθαι αὐτοῦ τῆς ψυχῆς, δείκνυσι τὴν ἀσώματον ψυχὴν ἕτερόν τι παρὰ τὴν πε πληγμένην σάρκα αὐτοῦ. Ὡσαύτως δὲ καὶ τὸ Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, τοῦτο δηλοῖ τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώ που τὸ ἐν ἀθανασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θά νατον. Ὥστε ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρὲν ψυ χήν. Πρόδηλον ἄρα ἐστὶν ὅτι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις κατὰ τὴν οἰκείαν φύσιν. Ἐρώτησις ξθ. ∆ιὰ τί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; Καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώ που κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ' αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν σπερ ματικὴν προσκτωμένων δύναμιν, καί, ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν καὶ λῆξιν τῶν ἀνθρώπων ἐρ γάζεται, καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδέσιμον κέκτηται. Ἀπόκρισις. Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων τῆς φύσεως ἡ ἐκπλήρωσις γίνεται, καὶ οὐ πρὸς τὴν χρονικὴν παράστασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην. ∆ιὸ τὰ ὀνομασθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βραδύτε ρον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειό τητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. Oὐχ ἡ ἑβδομὰς οὖν ἐστιν αἰτία τῆς ἐκπληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλὰ ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ' ἣν οὖν λαμβάνει τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. Ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι' ὧν ἐκπληροῦται τὸ ἔργον τῆς φύσεως ἐν τοῖς λοιποῖς ζώοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ τοῦ ἐλάττονος. Aἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμὸς παρὰ τοὺς λοιποὺς ἀριθμούς, ὅτι ἐν αὐτῷ ὁ πᾶς χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιηκότος αὐτὸν καταπαύσεως· ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. Ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιήσεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλ λων εὑρίσκειν ἔταξε τὸν ἑπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ. Ἐρώτησις ο. Eἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐπὶ τοῖς χαρίσμασιν ἀπηγόρευ